[ ] Phokis — Delphi — 20-46 AD
SE.1 [ἄρχοντος Λαιά]δα τοῦ Μ[ελισσί]ωνος, [μη]νὸς Βυσίου, βουλευόντων Λυσι-
μάχου τοῦ Νικάνορος, Εὐκλέους τοῦ Εὐάνδρου, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐφρό-
συνος Εὐφροσύνου καὶ Σωτηρὶς Κλεοδάμου, συνευαρεστοῦντος καὶ τοῦ υἱοῦ αὐτῶν
Εὐφροσύνου καὶ τοῦ ἐγγόνου αὐτῶν Κλεοδάμου τοῦ Εὐφροσ<ύ>νου, τῷ θεῷ τὴ-
5 ν ἀπελευθέραν αὐτῶν γεγονυῖαν, ἧς ὄνομα Καλλώ, τειμᾶς ἀργυρίου δηναρίων
διακοσίων, καὶ τὴν τειμὴν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν [ὠν]-
ὰν Καλλώ, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέπαφος ἀπὸ πάντων τὸν πάντα βίον μηδ-
ενὶ μηδὲν προσήκουσα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο Καλλῶς ἐπὶ κατα-
NE.9 [δουλισμῷ, κύριος ἔστω ὁ συλέων] Καλλὼ [ἐλευθέραν οὖσαν ἀζάμιος ὢν]
10 [καὶ] ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ
τὸν νόμον Σώταν Εὐκλείδα. τὴν ὠνὴν ἔθεντο κατὰ τὸν [νόμον τῆς πόλεως] διὰ
τοῦ γραμματεῦς {²⁶γραμματέως}²⁶ τῆς πόλεως Λέωνος τοῦ Νικάνο[ρος, τὴν μὲν] εἰς τὸ δημόσιον τεῦχος,
τὴν δὲ [ἑτέραν] ἐνχαράξαντες. χειρόγραφον Σώτα τοῦ Εὐκλείδα.
γέγονα βεβαιωτὴρ [ἐπὶ] τῆς ὠνῆς κατασταθεὶς ὑπὸ Εὐφροσύνου
15 τοῦ Εὐφροσύνου καὶ Σωτηρίος τῆς Κλεοδάμου σὺν τῇ τοῦ υἱοῦ Εὐφροσύνου καὶ τοῦ
[ἐ]γγόνου Κλεοδάμου συνευαρεστή[σει καὶ] Εὐφροσύνου συνευαρεστ[ήσαντος] τοῖς προ-
[γ]εγραμμένοις πᾶσι. μάρτυρες Καλλίστρατος Καλλιστράτου, Πολέμαρχος Δάμ[ω]-
νος, Ἄγων Ἄγωνος, Κλέανδρος Φίλωνος ․․․․․․ Εὐκ․․․․․․ τοῦ ․․․․․․
Search Help
Contact Us