[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Λέωνος το-
ῦ Νεικάνορος, μηνὸς Εἰλ-
αίου, βουλευόντων Ἄγω-
νος τοῦ Ἄγωνος, Ἑρμογένου-
5 ς τοῦ Διονυσίου, ἀπέδοτο
Μήνιος Ἑρμοκράτους, συν-
ευαρεστέοντος καὶ τοῦ [υἱο]
αὐτοῦ Μηνίου, τῷ Ἀπόλλω-
νι τῷ Πυθίῳ σώματα γυναι-
10 κεῖα δύο, Ὑακίνθιον καὶ τὴν
θυγατέρα αὐτῆς Πρεῖμαν,
τειμᾶς ἀργυρίου μνᾶν ὀκτ-
ώ, καὶ τὰν τειμὰν ἀπέχει π-
ᾶσαν. καθέστακα δὲ καὶ βε-
15 [βαι]ωτῆρα κατὰ τοὺς νόμους τᾶς π[όλι]ος Δάμωνα Πολεμ[άρχου], τὸν ἱερ[έα]
[τοῦ] Ἀπόλλωνος τοῦ Πυθίου, καθὼς ἐπίστευσαν [τ]ῷ θεῷ [τὰ]ν ὠ[νὰν] Ὑακί[νθιον καὶ Πρεῖμα],
[ἐφ’] ᾧτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι [ἀπ]ὸ πάντων τὸν πάντα χρ[όνο]ν. ε[ἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα]-
δουλισμῷ Ὑακινθίου ἢ Πρείμας, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠν[ὰν] ὅ τ[ε ἀποδόμενος καὶ] ὁ βεβ[αιωτήρ. ὁμοί]-
ως καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ[ων ὡς] ἐλευθέρας Ὑακίνθιον [καὶ Πρεῖμ]αν ἀζά-
20 μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. τίθεμαι τὰν [ὠν]άν, [τὰν μὲν διὰ τοῦ γραμμα]-
<τ>έος Διονυσίου τοῦ Διονυσίου εἰς τὸ δημόσιον τῆς πόλι[ος τε]ῦχος, [τὰν δὲ]
κατὰ τὸν νόμον ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν τῷ θεάτρῳ ἐνχαράξα[ς].
χ<ε>ιρόγραφον Δάμωνος τοῦ Πολεμάρχου. γέγονα βεβαιωτὴς ἐπὶ τῆς ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος
ὠνῆς ἀνακειμένης Ὑακινθίου καὶ Πρ<ε>ίμας τῆς θυγατρὸς αὐτῆς κατασταθεὶς ὑπὸ Μηνίου τοῦ Ἑρ-
25 μοκράτους. μάρτυρες Ἐπί<νι>κος Νικοσ{σ}τράτου {²⁶Νικοστράτου}²⁶,
Μελισσίων Λαιάδα,
Πολυτιμίδας Λαιάδα.
Search Help
Contact Us