[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | ἄρχοντος Λέωνος το- |
| ῦ Νεικάνορος, μηνὸς Εἰλ- | |
| αίου, βουλευόντων Ἄγω- | |
| νος τοῦ Ἄγωνος, Ἑρμογένου- | |
| 5 | ς τοῦ Διονυσίου, ἀπέδοτο |
| Μήνιος Ἑρμοκράτους, συν- | |
| ευαρεστέοντος καὶ τοῦ [υἱο]ῦ | |
| αὐτοῦ Μηνίου, τῷ Ἀπόλλω- | |
| νι τῷ Πυθίῳ σώματα γυναι- | |
| 10 | κεῖα δύο, Ὑακίνθιον καὶ τὴν |
| θυγατέρα αὐτῆς Πρεῖμαν, | |
| τειμᾶς ἀργυρίου μνᾶν ὀκτ- | |
| ώ, καὶ τὰν τειμὰν ἀπέχει π- | |
| ᾶσαν. καθέστακα δὲ καὶ βε- | |
| 15 | [βαι]ωτῆρα κατὰ τοὺς νόμους τᾶς π[όλι]ος Δάμωνα Πολεμ[άρχου], τὸν ἱερ[έα] |
| [τοῦ] Ἀπόλλωνος τοῦ Πυθίου, καθὼς ἐπίστευσαν [τ]ῷ θεῷ [τὰ]ν ὠ[νὰν] Ὑακί[νθιον καὶ Πρεῖμα], | |
| [ἐφ’] ᾧτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι [ἀπ]ὸ πάντων τὸν πάντα χρ[όνο]ν. ε[ἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα]- | |
| δουλισμῷ Ὑακινθίου ἢ Πρείμας, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠν[ὰν] ὅ τ[ε ἀποδόμενος καὶ] ὁ βεβ[αιωτήρ. ὁμοί]- | |
| ως καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ[ων ὡς] ἐλευθέρας Ὑακίνθιον [καὶ Πρεῖμ]αν ἀζά- | |
| 20 | μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. τίθεμαι τὰν [ὠν]άν, [τὰν μὲν διὰ τοῦ γραμμα]- |
| <τ>έος Διονυσίου τοῦ Διονυσίου εἰς τὸ δημόσιον τῆς πόλι[ος τε]ῦχος, [τὰν δὲ] | |
| κατὰ τὸν νόμον ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν τῷ θεάτρῳ ἐνχαράξα[ς]. | |
| χ<ε>ιρόγραφον Δάμωνος τοῦ Πολεμάρχου. γέγονα βεβαιωτὴς ἐπὶ τῆς ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος | |
| ὠνῆς ἀνακειμένης Ὑακινθίου καὶ Πρ<ε>ίμας τῆς θυγατρὸς αὐτῆς κατασταθεὶς ὑπὸ Μηνίου τοῦ Ἑρ- | |
| 25 | μοκράτους. μάρτυρες Ἐπί<νι>κος Νικοσ{σ}τράτου {²⁶Νικοστράτου}²⁶, |
| Μελισσίων Λαιάδα, | |
| Πολυτιμίδας Λαιάδα. |