[ ]
Phokis — Delphi — 20-46 AD
1 | [ἄρχοντος Εὐκλέ]ο̣ς̣ τοῦ Εὐάνδρου, μηνὸς Θεοξενίου, βουλευόντω[ν ․․․․․․․․․․ τ]οῦ Νεικάνδρου, Ἀντιγέν[εος] |
[τοῦ Ἀρχία, ἀπέδ]οτο <Ὀ>νασίφορον Δαμᾶ καράσιον, ᾧ ὄνομα Σωτηρίς, ὁ ἠγοράκει δημι[όπ]ρατον, συνευαρεστέ- | |
οντο[ς δέ μ]οι καὶ τοῦ υἱοῦ Δαμᾶ, τῷ θεῷ, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, κα- | |
θὼς ἐπίστευσε Σωτηρὶς τῷ θεῷ τὰν ὠνάν· καὶ βεβαιωτῆρα κατέστασεν κατὰ τοὺς ν[όμ]ους τᾶς | |
5 | πόλιος Νείκανδρον Καλλιστράτου. ἔσ[τω δὲ] Σωτηρὶς ἐλευθέρα ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ τις ἐφά- |
πτοιτο Σωτηρίος ἐπὶ καταδουλισμῷ, [βέ]βαι[ον πα]ρεχέτω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοί- | |
ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ[τ]ω [συ]λέων Σωτηρὶν εἰς ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά- | |
σας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερ<ε>ῖς τοῦ [Ἀπό]λλ[ωνο]ς Διονύσιος Ἀσ[το]ξένου, Δάμων Πολεμάρχου, | |
καὶ ἰδιῶται Πολέμαρχος Δάμωνος, Καλλίσ[τρ]ατος Καλλιστράτου, Πάσων Δάμωνος. |