[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Ἀριστο[κλέους τ]οῦ Φιλονίκ[ου, μ]ηνὸς Ἡρακλήου, βουλευόντων Εὐαγγέλου τοῦ Μεγάρτα |
καὶ Εὐκλείδα τοῦ Σώτα, ἀπέδοτο Ἀριστί<ω>ν Εὐκλείδα καὶ Εἰσιὰς Κλ[ε]ομάντιος, συνευαρεστέοντος καὶ τοῦ | |
υἱοῦ αὐτᾶς Κλεομάντιος, τῷ Ἀπόλλωνι τῷ Π[υθί]ῳ σῶμα κοράσιον, ᾗ ὄνομα Σωστράτα, | |
τειμᾶς ἀγρυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχομεν πᾶσαν. καθέσ{σ}τακα {²⁶καθέστακα}²⁶ δὲ καὶ βεβαι- | |
5 | ωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκλείδαν Αἰακίδα, ἐπὶ τοῖσδε ὥστε παραμένῃ Σωστρά- |
τα Ἀρισ{σ}τίωνι {²⁶Ἀριστίωνι}²⁶ καὶ Εἰσιάδι πάν<τα> τὸν τᾶς ζωᾶς χρόνον ἀνενκλήτως, ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον. | |
εἰ δὲ μὴ ποιέοι Σωστρά<τα> πᾶν τὸ ἐπιτασσό[με]νον, ἐξουσίαν ἐχέτωσαν Ἀριστίων καὶ Εἰσιὰς ἐπιτιμέ- | |
οντες τρόπῳ ᾧ κα θέλωντι. ὅσα δέ κα γεν<ν>ῇ Σωστράτα ἐν τῷ τᾶς παραμονᾶς χρόνῳ ἔστω- | |
σαν ἐλεύθερα παραμείναντα ἡμεῖν, ἐκτὸς ἐὰν μή τι θέλωντι Ἀριστίων | |
10 | καὶ Εἰσιὰς πωλῆσαι πρὸς ἔνδειαν. δότω δὲ Σωστράτα βρέφος Κλεομάντ[ει] |
βρέφος διετές, καὶ ἔστω ἐλευθέρα Σωστράτα, καθὼς ἐπίστευσε Σωστράτα | |
τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπ[τον] ἀπὸ πάντων τὸν πάντα χρόνον. | |
εἰ δέ τις ἐφάπτοιτο Σωστράτας ἐπὶ καταδουλισμ[ῷ, βέβαιο]ν παρεχόντω τῷ θεῷ τὰν ὠνὰν | |
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κ[ύριος] ἔστω [συλέ]ων Σωστράταν | |
15 | ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀ- |
πόλλωνος Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου, Ἐπ[ίνικος] <Νικοσ>[τράτου], Ἁβρόμαχος Ξεναγόρα. |