[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Ἀριστο[κλέους τ]οῦ Φιλονίκ[ου, μ]ηνὸς Ἡρακλήου, βουλευόντων Εὐαγγέλου τοῦ Μεγάρτα
καὶ Εὐκλείδα τοῦ Σώτα, ἀπέδοτο Ἀριστί<ω>ν Εὐκλείδα καὶ Εἰσιὰς Κλ[ε]ομάντιος, συνευαρεστέοντος καὶ τοῦ
υἱοῦ αὐτᾶς Κλεομάντιος, τῷ Ἀπόλλωνι τῷ Π[υθί]ῳ σῶμα κοράσιον, ᾗ ὄνομα Σωστράτα,
τειμᾶς ἀγρυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχομεν πᾶσαν. καθέσ{σ}τακα {²⁶καθέστακα}²⁶ δὲ καὶ βεβαι-
5 ωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκλείδαν Αἰακίδα, ἐπὶ τοῖσδε ὥστε παραμένῃ Σωστρά-
τα Ἀρισ{σ}τίωνι {²⁶Ἀριστίωνι}²⁶ καὶ Εἰσιάδι πάν<τα> τὸν τᾶς ζωᾶς χρόνον ἀνενκλήτως, ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον.
εἰ δὲ μὴ ποιέοι Σωστρά<τα> πᾶν τὸ ἐπιτασσό[με]νον, ἐξουσίαν ἐχέτωσαν Ἀριστίων καὶ Εἰσιὰς ἐπιτιμέ-
οντες τρόπῳ ᾧ κα θέλωντι. ὅσα δέ κα γεν<ν>ῇ Σωστράτα ἐν τῷ τᾶς παραμονᾶς χρόνῳ ἔστω-
σαν ἐλεύθερα παραμείναντα ἡμεῖν, ἐκτὸς ἐὰν μή τι θέλωντι Ἀριστίων
10 καὶ Εἰσιὰς πωλῆσαι πρὸς ἔνδειαν. δότω δὲ Σωστράτα βρέφος Κλεομάντ[ει]
βρέφος διετές, καὶ ἔστω ἐλευθέρα Σωστράτα, καθὼς ἐπίστευσε Σωστράτα
τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπ[τον] ἀπὸ πάντων τὸν πάντα χρόνον.
εἰ δέ τις ἐφάπτοιτο Σωστράτας ἐπὶ καταδουλισμ[ῷ, βέβαιο]ν παρεχόντω τῷ θεῷ τὰν ὠνὰν
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κ[ύριος] ἔστω [συλέ]ων Σωστράταν
15 ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου, Ἐπ[ίνικος] <Νικοσ>[τράτου], Ἁβρόμαχος Ξεναγόρα.
Search Help
Contact Us