[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἀ[γ]αθῇ τύχᾳ. |
ἄρχοντος Διον<υ>σίου τοῦ Ἀστοξένου [τ]ὸ τρίτον, μ[ην]ὸς [Θ]εοξενίο[υ ․․․․․․․] βουλευ- | |
όντων Πολυτειμίδα τοῦ Λαιάδα, Σωτήρου τοῦ Κτήσωνος, ἀπέδοτο Εὐ[πορία τῷ Ἀ]- | |
πόλλωνι τῷ Πυθίῳ σώματα δύο, οἷς ὀνόματα Ἐπι[φάνε]α καὶ Ἐπαφρώ, τειμᾶς ἀ[ργυ]- | |
5 | ρίου μνᾶν ἕξ, καὶ τὰν τειμ<ὰ>ν ἀπέχω πᾶσαν. κα<θ>έστακ[α] δὲ καὶ βε[β]αιωτῆρας Δωρό- |
θεον Κριτολάου καὶ Κλέανδρον Φίλωνος κατὰ τοὺς νόμους τᾶς πόλιος, ἐπὶ τοῖσ- | |
δε ὥστε παραμείνωντι Εὐπορίᾳ πάν<τα> τὸν τᾶς ζ[ωᾶς] χρόνον ἀνενκλήτως, ποι- | |
οῦντα τὸ ἐπιτασσόμενον πᾶν. εἰ δὲ μὴ ποιέοισα<ν>, ἐξουσίαν ἐχέτω ἐπιτειμέ- | |
ουσα Εὐπορία τρόπῳ ᾧ κα θέλῃ. μετὰ δὲ τὰν [ἰδία]ν τελευτὰν δότω Ἐπαφρὼ | |
10 | τῷ ἐγγόνῳ μου Γλαυκίᾳ Λύσωνος βρ[έ]φη διετῆ τρία. ἐὰν δὲ μὴ ἔχῃ τὰ βρέφη, δό- |
τω δεινάρια διακόσια· καὶ Ἐπιφάνεα δότω τῷ υἱῷ μου Σ[ωστράτῳ] μετὰ ἔτη πέντε | |
παιδίον τριετές, καὶ μετὰ ἔτη τρία κ[αὶ τῷ ἐγ]γόνῳ μου Γλαυκίᾳ παιδίον τριετές, | |
καὶ ἔστωσαν ἐλεύθεραι Ἐπα[φρὼ καὶ] Ἐπιφάνεα, μηδενὶ μηδὲ[ν π]ροσ[ήκ]ουσαι, κα- | |
θὼς ἐπίστευσαν τῷ θεῷ τὰ[ν ὠ]νὰν Ἐπα[φ]ρὼ καὶ Ἐπιφάνεα, ἐφ’ ᾧτε ἐλευθέρας εἶμεν κ[αὶ] | |
15 | ἀνεφάπτους τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο τῶν πρ[ογε]γραμμένων σωμάτων |
ἐπὶ καταδουλισμῷ, βέ[βαιον] παρεχόντω τῷ θεῷ τὰν ὠν[ὰν ἅ τ]ε ἀποδομένα καὶ οἱ | |
βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέω<ν> τὰ προγεγραμμέ[να] | |
σώματα εἰς ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. τι- | |
θέμεθα δὲ τὰν ὠνὰν κατὰ τοὺς νόμους τᾶς πόλιος, τὰν μὲν ἐν τὸ ἱερὸ[ν] | |
20 | τοῦ Ἀπόλλωνος ἐνχαράξαντες, τὰν δὲ ἐν τὰ δαμόσια τᾶς πόλιος γρά[μ]- |
ματα διὰ τοῦ γραμματ[έως Ἁ]βρομάχου τοῦ Ξεναγόρα, καθὼς συνευαρέσ- | |
τησαν παρὼν ὁ υἱός μου Σώ<σ>τρατος καὶ τοῦ ἐγ<γ>όνου τοῦ Γλαυκί[α ὁ π]ατὴρ Λύσων. | |
μάρτυρες οἱ ἱερ<ε>ῖς τοῦ Ἀπόλλων<ος> Διονύσι<ος> Ἀστοξένου, Δάμων Πολεμάρχου, | |
Ἄρχων Σα․․․․․․․․․․․․․․․․ Μελισ<σ>ίων Λαιά[δα], Σ․․․․․․․․․․․․ |