[ ] Phokis — Delphi — 20-46 AD
1                        ἀ[γ]αθῇ τύχᾳ.
ἄρχοντος Διον<υ>σίου τοῦ Ἀστοξένου [τ]ὸ τρίτον, μ[ην]ὸς [Θ]εοξενίο[υ ․․․․․․․] βουλευ-
όντων Πολυτειμίδα τοῦ Λαιάδα, Σωτήρου τοῦ Κτήσωνος, ἀπέδοτο Εὐ[πορία τῷ Ἀ]-
πόλλωνι τῷ Πυθίῳ σώματα δύο, οἷς ὀνόματα Ἐπι[φάνε]α καὶ Ἐπαφρώ, τειμᾶς ἀ[ργυ]-
5 ρίου μνᾶν ἕξ, καὶ τὰν τειμ<ὰ>ν ἀπέχω πᾶσαν. κα<θ>έστακ[α] δὲ καὶ βε[β]αιωτῆρας Δωρό-
θεον Κριτολάου καὶ Κλέανδρον Φίλωνος κατὰ τοὺς νόμους τᾶς πόλιος, ἐπὶ τοῖσ-
δε ὥστε παραμείνωντι Εὐπορίᾳ πάν<τα> τὸν τᾶς ζ[ωᾶς] χρόνον ἀνενκλήτως, ποι-
οῦντα τὸ ἐπιτασσόμενον πᾶν. εἰ δὲ μὴ ποιέοισα<ν>, ἐξουσίαν ἐχέτω ἐπιτειμέ-
ουσα Εὐπορία τρόπῳ ᾧ κα θέλῃ. μετὰ δὲ τὰν [ἰδία]ν τελευτὰν δότω Ἐπαφρὼ
10 τῷ ἐγγόνῳ μου Γλαυκίᾳ Λύσωνος βρ[έ]φη διετῆ τρία. ἐὰν δὲ μ ἔχῃ τὰ βρέφη, δό-
τω δεινάρια διακόσια· καὶ Ἐπιφάνεα δότω τῷ υἱῷ μου Σ[ωστράτῳ] μετὰ ἔτη πέντε
παιδίον τριετές, καὶ μετὰ ἔτη τρία κ[αὶ τῷ ἐγ]γόν μου Γλαυκίᾳ παιδίον τριετές,
καὶ ἔστωσαν ἐλεύθεραι Ἐπα[φρὼ καὶ] Ἐπιφάνεα, μηδενὶ μηδὲ[ν π]ροσ[ήκ]ουσαι, κα-
θὼς ἐπίστευσαν τῷ θεῷ τὰ[ν ὠ]νὰν Ἐπα[φ]ρὼ καὶ Ἐπιφάνεα, ἐφ’ ᾧτε ἐλευθέρας εἶμεν κ[αὶ]
15 ἀνεφάπτους τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο τῶν πρ[ογε]γραμμένων σωμάτων
ἐπὶ καταδουλισμῷ, βέ[βαιον] παρεχόντω τῷ θεῷ τὰν ὠν[ὰν ἅ τ]ε ἀποδομένα καὶ οἱ
βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέω<ν> τὰ προγεγραμμέ[να]
σώματα εἰς ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. τι-
θέμεθα δὲ τὰν ὠνὰν κατὰ τοὺς νόμους τᾶς πόλιος, τὰν μὲν ἐν τὸ ἱερὸ[ν]
20 τοῦ Ἀπόλλωνος ἐνχαράξαντες, τὰν δὲ ἐν τὰ δαμόσια τᾶς πόλιος γρά[μ]-
ματα διὰ τοῦ γραμματ[έως Ἁ]βρομάχου τοῦ Ξεναγόρα, καθὼς συνευαρέσ-
τησαν παρὼν ὁ υἱός μου Σώ<σ>τρατος καὶ τοῦ ἐγ<γ>όνου τοῦ Γλαυκί[α ὁ π]ατὴρ Λύσων.
μάρτυρες οἱ ἱερ<ε>ῖς τοῦ Ἀπόλλων<ος> Διονύσι<ος> Ἀστοξένου, Δάμων Πολεμάρχου,
Ἄρχων Σα․․․․․․․․․․․․․․․․ Μελισ<σ>ίων Λαιά[δα], Σ․․․․․․․․․․․․
Search Help
Contact Us