[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος ἐν Χα[ράδρᾳ] Ἀγ[ησά]νδρου τοῦ Ἀγάθωνος, μηνὸς Ὀ- |
γδόου, ἐν δὲ Δελφοῖς ἄρχοντος Πάσωνος τοῦ Δάμωνος, μηνὸς | |
[Ἡρ]ακλήου, βουλευό[ντων] Ἁβρομ[άχου τ]οῦ Ξεναγόρα καὶ Μάρκου Κορ- | |
νηλίου Ῥούφου. χεὶρ Θεοφίλου τοῦ Εὐαμέρου ὑπὲρ Ζωπύραν Χαριδά- | |
5 | μο[υ] Χ̣α[ρ]αδρ̣α̣ῖ̣α[ν] παροῦσαν καὶ κελεύ[ουσα]ν γρά[ψαι] ὑπὲρ αὐτάν. ἀπέδοτο Ζωπύ- |
ρα [Χαριδάμου] τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον οἰκο[τρ]οφ[έ]ς, ᾇ <ὄνομα> Ἀρκίσα, συ[ν]ευα- | |
[ρεστέοντος α]ὐτᾷ καὶ τοῦ ἀνδρὸς [Φί]λωνος καὶ τοῦ υἱοῦ Φίλωνος, τειμᾶς ἀργυρίου δει- | |
ναρίων ἑκατόν, καὶ τὰν τειμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς ἀμφοτήρων | |
[νόμους], Χαραδραῖος μὲν Δάμων Θεοκλέους, Δελφὸς δὲ Θεόφιλος Εὐαμέρου, καθὼς ἐπίστευ- | |
10 | σε [τῷ θ]εῷ τὰν ὠνὰν Ἀρκίσα, ἐφ’ ᾧτε ἐλευθ[έρ]α ε[ἶμεν] καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον καὶ |
[τρέ]χ[ουσα] ὅπα κα θέλῃ καὶ ποιοῦσα ὅ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ἀρκίσας ἐπὶ καταδουλισμῷ, βέβαι- | |
[ον παρεχ]όντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος | |
{κύριος} ἔστω συλέων καὶ ἀφαιρούμενος Ἀρκίσαν εἰς {εἰς} ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας | |
[δίκας] καὶ ζαμίας. τιθέμεθα δὲ τὰν ὠνὰν διὰ τοῦ γραμματέως Λυσιμάχου τοῦ Νικάνορος εἰς τὰ δη- | |
15 | μόσια τῆς πόλεως γράμματα, τὰν δὲ ἑτέραν ἐνχαράξασ<α> ἐν τῷ θεάτρῳ. μάρτυρες οἵ τε ἱε- |
ρεῖς [τοῦ] Ἀπόλλωνος Διονύσ<ιος> Ἀστοξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Ξεναγόρας | |
Ἁβρομ[άχου, Πά]σων Δάμωνος, Φιλόξενος Φιλοξένου. [χ]ε<ὶ>ρ Δάμωνος τοῦ Θεοκλέους | |
Χαραδρα[ίου]. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς. χεὶρ Θεοφίλου {γέγο}- | |
{να δὲ [βεβαιω]τὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς}. χεὶρ Φίλωνος τοῦ Φίλωνος Χαραδραίου. | |
20 | συνευαρεστῶ τᾷ προγεγραμμένᾳ ὠνᾷ καὶ ὁ υἱός μου Φίλων. μάρτυρες οἱ αὐτοί. |