[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Πάσωνος τοῦ Δάμωνος, μηνὸς Ἡρακλήου, βουλευόντων Ἁβρομάχου τοῦ Ξενα-
γόρα, Μάρκου τοῦ Μάρκου. χειρόγραφον Σωσικλέους τοῦ Φιλλέα ὑπὲρ Σωφρόναν Στράτωνος πα-
ροῦσαν καὶ κελεύουσαν ὑπὲρ αὐτὰν γράψαι· ἐπὶ τοῖσδε ἀπέδοτο Σωφρόνα, συνευαρεστέοντος
καὶ τοῦ υἱοῦ αὐτᾶς Σωσάνδρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον οἰκο-
5 γενές, ᾧ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς
ἐπίστευσε Ὀνασίφορον τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα χρόνον, μηδενὶ μηδὲν ποθήκουσα κατὰ μηδένα τρόπον. βεβαιωτὴρ κατὰ τοὺς
νόμους Εὐκλείδας Αἰακίδα. εἰ δέ τις ἐφάπτοιτο Ὀνασιφόρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν-
τω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔ-
10 στω συλέων Ὀνασίφορον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας.
παραμεινάτω δὲ Ὀνασίφορον Σωφρόνᾳ πάντα τὸν τοῦ ζῆν αὐτᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτασ-
σόμενον ἀνενκλήτως. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Σωφρόνα ἐπιτιμέουσα τρόπῳ ᾧ κα θέ-
λῃ. δότω δὲ Ὀνασίφορον Σωσάνδρῳ βρέφος. τίθεται τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν εἰς τὸ
ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξασα, τὴν δὲ ἑτέραν διὰ τοῦ γραμματέως Λυσιμάχου
15 τοῦ Νικάνορος εἰς τὰ δημόσια τῆς πόλιος γράμματα. μάρτυρες. χειρόγραφον Εὐ-
κλείδα τοῦ Αἰακίδα. γέγονα βεβαιωτὴς ἐπὶ τῆς προγεγραμμένης ὠνῆς κατασταθεὶς
           ὑπὸ Σωφρόνας, συνευαρεστοῦντος καὶ τοῦ υἱοῦ αὐτᾶς Σωσάνδρου.
μάρτυρες οἱ αὐτοί, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος, καὶ ἰδιῶται Πάσων Δάμωνος, Κλέανδρος Φίλωνος, Ξενάγο-
20 ρας Ἁβρομάχου.
Search Help
Contact Us