[ ]
Phokis — Delphi — 47-66 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχοντος Σώτα τοῦ Εὐ[κλεί]δα, μηνὸς Εἰλαίου, βουλευόντων δὲ Λυσιμάχου τοῦ Νεικάνο- | |
ρος, Κτήσωνος τοῦ Σω[τήρ]ου, ἀπέδοτο Ἐπίκτησις Σωσάνδρου, συνε[υαρε]στέοντος καὶ | |
τοῦ <υ>ἱοῦ μου Σωσάνδρο[υ, τῷ Ἀπ]όλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον [θρ]επτὸν Ζώϊλον, | |
5 | τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίσ[τε]υσε Ζώϊλος |
τῷ θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφ[α]πτον πάντα | |
χρόνον. εἰ δέ τις ἐφάπτο]ιτο Ζωΐλου ἐπὶ καταδουλισ{ζ}μῷ {²⁶καταδουλισμῷ}²⁶, βέβαιον παρεχόντω τῷ [θ]ε[ῷ] τὰν ὠνὰν ἅ | |
τε ἀποδομένα καὶ ὁ β[εβ]αιωτήρ. <ὁ>μοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος] ἔστω συλέων Ζώϊλ[ον ὡς] | |
ἐλεύθερον, ἀζάμιος [ὢν] καὶ ἀνυπόδικος. παραμεινάτω δὲ Ζ[ώϊλ]ος Ἐπικτήσ[ει] τὸν τᾶς | |
10 | ζωᾶς χρόνον ποιῶν πᾶ[ν τὸ] ἐπιτασσόμενον. εἰ δὲ μὴ ποιοῖ, ἐξου[σίαν] ἐχέτω Ἐπίκτησις ἐπιτε[ι]- |
μέουσα τρόπῳ ᾧ κα θέ[λ]ῃ. βεβαιωτὴρ κατὰ τοὺς νόμους Σω[σίπα]τρος Σωσιπά[τρ]ου. τίθεμαι | |
τὰν ὠνὰν κατὰ τὸν ν[όμον εἰς τὸ] ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξα[σα], τὴν δὲ ἑτ[έρ]αν διὰ | |
τοῦ γραμματέως Π[ολεμ]άρχου τοῦ Δάμωνος εἰς τὰ δημ[όσια] τῆς πόλεως γράμ- | |
ματα. χεὶρ Σωσιπά[τρο]υ τοῦ Σωσιπάτρου. γέγονα βεβαιωτὴς κατασταθεὶς ὑπὸ Ἐ- | |
15 | πικτήσευς ἐπὶ τ[ᾶ]ς προγεγραμμένας ὠνᾶς, συνε[υ]αρεστέοντο[ς] καὶ τοῦ |
υἱοῦ αὐτᾶς Σωσά[νδρ]ου. μάρτυρες ο[ἱ ἱερ]εῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστο- | |
ξένου, Μελισσίων [Λ]αιάδα, καὶ ἰδιῶται, Νείκανδρος [Καλ]λ[ι]στράτου, | |
Δάμων Πολεμά[ρχ]ου, Ἀντιγένης Ἀρχία. χεὶρ Σωσά[ν]δρου τοῦ Σωσάνδρ[ου]. | |
ὁμολογῶ συν[ευ]αρεστεῖν τῇ προγεγραμμένῃ ὠνῇ. μάρτυρες | |
20 | οἱ αὐτοί. |