[ ] Phokis — Delphi — 47-66 AD
1                               ἀγαθᾷ τύχᾳ.
ἄρχοντος Σώτα τοῦ Εὐ[κλεί]δα, μηνὸς Εἰλαίου, βουλευόντων δὲ Λυσιμάχου τοῦ Νεικάνο-
ρος, Κτήσωνος τοῦ Σω[τήρ]ου, ἀπέδοτο Ἐπίκτησις Σωσάνδρου, συνε[υαρε]στέοντος καὶ
τοῦ <υ>ἱοῦ μου Σωσάνδρο[υ, τῷ Ἀπ]όλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον [θρ]επτὸν Ζώϊλον,
5 τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίσ[τε]υσε Ζώϊλος
τῷ θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφ[α]πτον πάντα
χρόνον. εἰ δέ τις ἐφάπτο]ιτο Ζωΐλου ἐπὶ καταδουλισ{ζ}μῷ {²⁶καταδουλισμῷ}²⁶, βέβαιον παρεχόντω τῷ [θ]ε[ῷ] τὰν ὠνὰν ἅ
τε ἀποδομένα καὶ ὁ β[εβ]αιωτήρ. <ὁ>μοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος] ἔστω συλέων Ζώϊλ[ον ὡς]
ἐλεύθερον, ἀζάμιος [ὢν] καὶ νυπόδικος. παραμεινάτω δὲ Ζ[ώϊλ]ος Ἐπικτήσ[ει] τὸν τᾶς
10 ζωᾶς χρόνον ποιῶν πᾶ[ν τὸ] ἐπιτασσόμενον. εἰ δὲ μὴ ποιοῖ, ἐξου[σίαν] ἐχέτω Ἐπίκτησις ἐπιτε[ι]-
μέουσα τρόπῳ ᾧ κα θέ[λ]. βεβαιωτὴρ κατὰ τοὺς νόμους Σω[σίπα]τρος Σωσιπά[τρ]ου. τίθεμαι
τὰν ὠνὰν κατὰ τὸν ν[όμον εἰς τὸ] ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξα[σα], τὴν δὲ ἑτ[έρ]αν διὰ
τοῦ γραμματέως Π[ολεμ]ρχου τοῦ Δάμωνος εἰς τὰ δημ[όσια] τῆς πόλεως γράμ-
ματα. χεὶρ Σωσιπά[τρο]υ τοῦ Σωσιπάτρου. γέγονα βεβαιωτὴς κατασταθεὶς ὑπὸ Ἐ-
15 πικτήσευς ἐπὶ τ[ᾶ]ς προγεγραμμένας ὠνᾶς, συνε[υ]αρεστέοντο[ς] καὶ τοῦ
υἱοῦ αὐτᾶς Σωσά[νδρ]ου. μάρτυρες ο[ἱ ἱερ]εῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστο-
ξένου, Μελισσίων [Λ]αιάδα, καὶ ἰδιῶται, Νείκανδρος [Καλ]λ[ι]στράτου,
Δάμων Πολεμά[ρχ]ου, Ἀντιγένης Ἀρχία. χεὶρ Σωσά[ν]δρου τοῦ Σωσάνδρ[ου].
ὁμολογῶ συν[ευ]αρεστεῖν τῇ προγεγραμμένῃ ὠνῇ. μάρτυρες
20 οἱ αὐτοί.
Search Help
Contact Us