[ ]
Phokis — Delphi — 47-66 AD
| 1 | ἀγαθᾷ τύχᾳ. |
| ἄρχοντος Σώτα τοῦ Εὐ[κλεί]δα, μηνὸς Εἰλαίου, βουλευόντων δὲ Λυσιμάχου τοῦ Νεικάνο- | |
| ρος, Κτήσωνος τοῦ Σω[τήρ]ου, ἀπέδοτο Ἐπίκτησις Σωσάνδρου, συνε[υαρε]στέοντος καὶ | |
| τοῦ <υ>ἱοῦ μου Σωσάνδρο[υ, τῷ Ἀπ]όλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον [θρ]επτὸν Ζώϊλον, | |
| 5 | τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίσ[τε]υσε Ζώϊλος |
| τῷ θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφ[α]πτον πάντα | |
| χρόνον. εἰ δέ τις ἐφάπτο]ιτο Ζωΐλου ἐπὶ καταδουλισ{ζ}μῷ {²⁶καταδουλισμῷ}²⁶, βέβαιον παρεχόντω τῷ [θ]ε[ῷ] τὰν ὠνὰν ἅ | |
| τε ἀποδομένα καὶ ὁ β[εβ]αιωτήρ. <ὁ>μοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος] ἔστω συλέων Ζώϊλ[ον ὡς] | |
| ἐλεύθερον, ἀζάμιος [ὢν] καὶ ἀνυπόδικος. παραμεινάτω δὲ Ζ[ώϊλ]ος Ἐπικτήσ[ει] τὸν τᾶς | |
| 10 | ζωᾶς χρόνον ποιῶν πᾶ[ν τὸ] ἐπιτασσόμενον. εἰ δὲ μὴ ποιοῖ, ἐξου[σίαν] ἐχέτω Ἐπίκτησις ἐπιτε[ι]- |
| μέουσα τρόπῳ ᾧ κα θέ[λ]ῃ. βεβαιωτὴρ κατὰ τοὺς νόμους Σω[σίπα]τρος Σωσιπά[τρ]ου. τίθεμαι | |
| τὰν ὠνὰν κατὰ τὸν ν[όμον εἰς τὸ] ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξα[σα], τὴν δὲ ἑτ[έρ]αν διὰ | |
| τοῦ γραμματέως Π[ολεμ]άρχου τοῦ Δάμωνος εἰς τὰ δημ[όσια] τῆς πόλεως γράμ- | |
| ματα. χεὶρ Σωσιπά[τρο]υ τοῦ Σωσιπάτρου. γέγονα βεβαιωτὴς κατασταθεὶς ὑπὸ Ἐ- | |
| 15 | πικτήσευς ἐπὶ τ[ᾶ]ς προγεγραμμένας ὠνᾶς, συνε[υ]αρεστέοντο[ς] καὶ τοῦ |
| υἱοῦ αὐτᾶς Σωσά[νδρ]ου. μάρτυρες ο[ἱ ἱερ]εῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστο- | |
| ξένου, Μελισσίων [Λ]αιάδα, καὶ ἰδιῶται, Νείκανδρος [Καλ]λ[ι]στράτου, | |
| Δάμων Πολεμά[ρχ]ου, Ἀντιγένης Ἀρχία. χεὶρ Σωσά[ν]δρου τοῦ Σωσάνδρ[ου]. | |
| ὁμολογῶ συν[ευ]αρεστεῖν τῇ προγεγραμμένῃ ὠνῇ. μάρτυρες | |
| 20 | οἱ αὐτοί. |