[ ]
Phokis — Delphi — 47-66 AD
1 | [ἐ]λευθερίᾳ τὰν ἰδίαν θρεπτὰ[ν] Λεοντίδα, τειμᾶς ἀ- |
[ρ]γυρίου {ριου} μνᾶν πέντε, καὶ τὰν τ[ειμ]ὰν ἀπέχω πᾶσαν, κα- | |
θὼς ἐπίστευσα τῷ θεῷ τὰν ὠνά[ν, ἐ]φ’ ᾧτε ἐλευθέραν εἶ- | |
μεν Λεοντίδα καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό- | |
5 | νον. εἰ δέ τις ἅπτοιτο Λεοντίδος ἐπὶ καταδουλισμῷ, βέβαι- |
ον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν [ἅ τε] ἀποδομένα Σωτηρὶς | |
καὶ ὁ βεβαιωτὴρ Σάτυρος. ὁμοίως δὲ [καὶ ὁ] παρατυχὼν κύριος [ἔσ]τω | |
συλέων Λεοντίδα ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
πάσας δίκας vac. καὶ ζαμίας. παραμεινάτω δὲ Λεοντὶς Σωτη- | |
10 | ρεῖ πάντα τὸν vac. τᾶς ζωᾶς χρόνον ποιοῦσα πᾶν τὸ ἐπιτασ- |
σόμενον vac. τ%⁸¹ὸ δυνατόν. τά τε ἐκ Λεοντίδος γεν<ν>ώμενα | |
ἔστω ἐλε%⁸¹ύ<θ>ερα καὶ μηδενὶ μηδὲν προσήκοντα | |
κατὰ μηδήνα τρόπον. εἰ δὲ μὴ ποιέοι Λεοντὶς τὸ ἐπιτασ- | |
σόμενον, ἐξουσίαν ἐχέτω Σωτηρὶς ἐπιτειμέουσα τρόπῳ | |
15 | ᾧ κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Σάτυρος |
Ζωΐλου. [τί]θεμαι τὴν ὠνὴν κατὰ τὸν νόμον εἰς τὸ ἱερὸν τοῦ Πυ- | |
θίου ἐνχαράξασα, τὰν δὲ ἑτέραν διὰ τοῦ γραμματέως τῆς | |
πόλεως Νεικάνδρου τοῦ Καλλιστράτου εἰς τὰ δημόσια τῆς πόλε- | |
ως γράμματα. χεὶρ Σατύρου τοῦ Ζωΐλου. γέγονα βεβαιωτὴρ κατα- | |
20 | σταθεὶς ὑπὸ Σωτηρέως τοῦ Διοδώρου ἐπὶ τῆς προγεγραμμένης |
ὠνῆς. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Πυθίου Ἀπόλλωνος Διονύσιος | |
Ἀστοξένου καὶ Μελισσίων Λαιάδα, ἰδιῶται δὲ Πολέμαρχος Δά- | |
μωνος, Νείκανδρος Καλλιστράτου, Θεόξενος Φιλαιτώλου, | |
Σώτας Εὐκλείδου, Εὐκλῆς Εὐάνδρου. ἀπέλυσε Σωτηρὶς τᾶς | |
25 | παραμονῆς Λεοντίδα τὰν θρεπτὰν ἐπ[ὶ τ]ῷ μηδενὶ {μηδενὶ} μηδὲν ποθήκ<ε>ιν. |