[ ] Phokis — Delphi — 47-66 AD
1 [ἐ]λευθερίᾳ τὰν ἰδίαν θρεπτὰ[ν] Λεοντίδα, τειμᾶς ἀ-
[ρ]γυρίου {ριου} μνᾶν πέντε, καὶ τὰν τ[ειμ]ὰν ἀπέχω πᾶσαν, κα-
θὼς ἐπίστευσα τῷ θεῷ τὰν ὠνά[ν, ἐ]φ’ ᾧτε ἐλευθέραν εἶ-
μεν Λεοντίδα καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό-
5 νον. εἰ δέ τις ἅπτοιτο Λεοντίδος ἐπὶ καταδουλισμῷ, βέβαι-
ον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν [ἅ τε] ἀποδομένα Σωτηρὶς
καὶ ὁ βεβαιωτὴρ Σάτυρος. ὁμοίως δὲ [καὶ ὁ] παρατυχὼν κύριος [ἔσ]τω
συλέων Λεοντίδα ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας vac. καὶ ζαμίας. παραμεινάτω δὲ Λεοντὶς Σωτη-
10 ρεῖ πάντα τὸν vac. τᾶς ζωᾶς χρόνον ποιοῦσα πᾶν τὸ ἐπιτασ-
σόμενον vac. τ%⁸¹ὸ δυνατόν. τά τε ἐκ Λεοντίδος γεν<ν>ώμενα
ἔστω ἐλε%⁸¹ύ<θ>ερα καὶ μηδενὶ μηδὲν προσήκοντα
κατὰ μηδήνα τρόπον. εἰ δὲ μὴ ποιέοι Λεοντὶς τὸ ἐπιτασ-
σόμενον, ἐξουσίαν ἐχέτω Σωτηρὶς ἐπιτειμέουσα τρόπῳ
15 ᾧ κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Σάτυρος
Ζωΐλου. [τί]θεμαι τὴν ὠνὴν κατὰ τὸν νόμον εἰς τὸ ἱερὸν τοῦ Πυ-
QI/OU E)NXARA/CASA, TA\N DE\ E(TE/RAN DIA\ TOU= GRAMMATE/WS TH=S
πόλεως Νεικάνδρου τοῦ Καλλιστράτου εἰς τὰ δημόσια τῆς πόλε-
ως γράμματα. χεὶρ Σατύρου τοῦ Ζωΐλου. γέγονα βεβαιωτὴρ κατα-
20 σταθεὶς ὑπὸ Σωτηρέως τοῦ Διοδώρου ἐπὶ τῆς προγεγραμμένης
ὠνῆς. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Πυθίου Ἀπόλλωνος Διονύσιος
Ἀστοξένου καὶ Μελισσίων Λαιάδα, ἰδιῶται δὲ Πολέμαρχος Δά-
μωνος, Νείκανδρος Καλλιστράτου, Θεόξενος Φιλαιτώλου,
Σώτας Εὐκλείδου, Εὐκλῆς Εὐάνδρου. ἀπέλυσε Σωτηρὶς τᾶς
25 παραμονῆς Λεοντίδα τὰν θρεπτὰν ἐπ[ὶ τ]ῷ μηδενὶ {μηδενὶ} μηδὲν ποθήκ<ε>ιν.
Search Help
Contact Us