[ ] Phokis — Delphi — 1-20 AD
col. I.1 ἄρχοντος Πολεμάρχου τοῦ Δάμωνος, μηνὸς Ἀπ[ελλ]αίου ὀγδ[όῃ ἱσταμένου],
E)N E)NNO/MW| E)KKLHSI/A|, BOULEUO/NTWN *DIODW/ROU TOU= *FILONI/KO<1U>1, <1*(A>1[BRO]-
μάχου τοῦ Ξεναγόρα, Εὐάνδρου τοῦ Μεγάρτα, ἀπέδοτο ἐπ’ ἐλευθ[ε]-
ρίᾳ Νίκων Νικαίου καὶ Δαντὼ Νίκωνος σῶμα γυναικεῖον ἀγοραστὸ[ν]
5 ἐκ Δρυμίων Ζωΐλου τοῦ Ζωΐλου, ᾇ ὄνομα Τρυφέρα, τῷ Ἀπόλλωνι
τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν
ἀπέχω πᾶσαν, ἐπὶ τοῖσδε ὥστε ἐλευθέραν εἶμεν Τρυφέραν καὶ ἀν-
φαπτον ὑπὸ πάντων τὸν πάντα χρόνον πανταχῇ. καθέστακα δὲ καὶ βε-
βαιωτῆρα Λυσίμαχον Νικάνορος. εἰ δέ τις ἐφάπτοιτο Τρυφέρας ἐπὶ κατα-
10 δουλισμῷ, βέβαιον παρεχέτωσαν τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βε-
βαιω[τ]ήρ. ὡσαύτως δὲ καὶ ὁ βουλόμενος τῶν ἰδιωτῶν ἐξουσίαν ἐχέτω ἀφαιρού-
μενος ἐπ’ ἐλευθερίᾳ ἀ<ζ>ήμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζημίας. παραμε-
νέτω δὲ Τρυ[φ]έρα Νίκωνι πάντα τὸν τᾶς ζωᾶς αὐτ<οῦ> χρόνον ποιοῦσα τὸ ἐπιτασσόμε-
νον ἀνενκ[λ]ήτως. εἰ δὲ μὴ ποιῇ μηδὲ πειθαρχῇ, ἐξουσίαν ἐχέτω Νίκων ἐπιτιμέων
15 τρόπῳ ᾧ κα θέλῃ. τὰν ὠνὰν τιθέμεθα κατὰ τὸν νόμον, τὴν μὲν ἐν τῷ ἱερῷ τοῦ Ἀπόλ-
λωνος ἐνχαράξαντες, τὴν δὲ Νίκων γράψας ἐν τὸ δαμόσιον γραμματοφυλάκι-
ον διὰ τοῦ γραμματέως Λυσιμάχου τοῦ Νικάνορος. μάρτυρες οἱ ὑπογ[ρά]ψαντες, οἵ τε ἱερεῖς
τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Διονύσιος vac. [Ἀ]στοξένου, Δάμων
Πολεμάρχου· τῶν ἰδιωτῶν Νικάνωρ Λυσιμά%⁸¹χου. χειρόγραφον Νικά-
20 νο[ρ]ος τοῦ Λυσιμάχου ὑπὲρ Δαντὼ Νίκωνος vac. παροῦσαν καὶ κελεύου-
σαν ὑπὲρ αὐτὰν γράψαι. ὁμολογεῖ Δαντὼ Νίκωνος vac. συνευαρεστεῖσθαι τοῖς
col. II.22 [ἐν τ] [ὠ]νᾷ κα[ταγεγραμμέ]-
[νοις π]ᾶσι. μά[ρτυρες οἱ αὐ]-
[τοί], Διόδωρος [Φιλον]-
25 [είκ]ου, Δάμω[ν Πολεμά]-
[ρχο]υ, Ἁβρόμα[χος Ξενα]-
[γόρ]α, Πολέμ[αρχος Δάμ]-
[ων]ος, Διο[ν]ύσ[ι]ος Ἀστοξέ-
νο[υ] vac. Εὔανδ[ρος Μ]εγάρτα,
30 Με%⁸¹λισσίων Δ[ι]ονυσίου,
Αἰακίδας Εὐκλείδα, [Λ]α[μέ]-
νης Σ[τ]ρατάγου. χεὶρ Λ[υσιμ]ά-
χου τοῦ Νικάνορος. ὁμολο-
γῶ γεγονέναι βεβαιωτ[ὴρ ἐπὶ]
35 τῆς προγεγραμμένης ὠνῆς
κατασταθεὶς ὑπὸ Νίκων[ο]ς
καὶ Δαντοῦς τῆς Νίκωνος.
[μά]ρτυρες κατὰ πάντων
[οἱ α]ὐτοί.
Search Help
Contact Us