[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | [ἄρχοντος Διοδώρου τ]οῦ Ἀνδρονίκου, μηνὸς Ἀμαλίου, [βου]λευόντων Καλλιστράτου τοῦ Καλ- |
| [λιστράτου, Πάσωνο]ς τοῦ Δάμωνος, [ἐ]πὶ τοῖσδε ἀπέδ[ο]το Σωσικλῆς Φιλλέα τῷ Ἀπόλλωνι τῷ | |
| [Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κ]οράσιον τὸ ἴδιον θρεπτὸν, ᾧ ὄνομα Καλλιόπη, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
| [καὶ τὰν τιμὰν ἔχω π]ᾶσαν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Καλλιόπην καὶ ἀνέφαπτον ὑπὸ πάντων τὸν πάν- | |
| 5 | τα χρόνον. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους Κλέανδρον Φίλωνος. εἰ δέ τις ἐφά- |
| πτοιτο Καλλιόπης ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ | |
| [βεβαιω]τήρ. ὁμοίως δὲ [καὶ] ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω ἀφαιρούμενος Καλλιόπην εἰς ἐλευθε- | |
| [ρίαν ἀ]ζάμιος ὢν καὶ ἀν[υ]πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Καλλιόπη Σωσι- | |
| [κ]λεῖ πάντα τὸν τᾶς ζω[ᾶς χ]ρόνον αὐτοῦ, ποιοῦσα τὸ ἐπιτασσόμενον ἀνενκλήτως. εἰ δὲ | |
| 10 | μὴ ποιέοι μηδὲ πεθιαρχέοι, ἐξουσίαν ἐχέτω Σωσικλῆ[ς] ἐπιτιμέων Καλλιόπῃ [τ]ρόπῳ ᾧ κα θέ- |
| λῃ. τίθεμαι τὴν ὠνὴν κατὰ τὸν ν[όμο]ν, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχα[ρ]άξας, | |
| τὴν δὲ τῇ ἰδίᾳ χειρὶ γράψας εἰς τὸ δημόσιον γ[ραμ]ματοφυλάκιον διὰ το[ῦ γ]ραμμ[ατ]έως Λυ- | |
| σιμάχου τοῦ Νι[κ]άνορος. μάρτυρες οἱ ὑπογρά[ψαντ]ες. χειρόγραφον Κλε[ά]νδρου τοῦ Φί[λω]νος. | |
| ὁμολογῶ γεγονέναι βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς ὑπὸ Σωσι[κλ]έους | |
| 15 | τοῦ Φιλλέα. μάρτυρες οἱ αὐτοί, οἱ ἱερ[εῖ]ς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστοξένου, [Δάμω]ν |
| Πολεμάρχου, καὶ ἰδιῶται Αἰακίδας Εὐκλείδα, Ξεναγόρας Ἁβρομάχ[ου]. |