[ ]
Phokis — Delphi — 1-20 AD
0.1 | ἄ[ρ]χοντος Εὐδώρου τοῦ Ἐπινίκου, μηνὸς Ἀμαλίου ἕκτῃ ἱσταμέ[νου ἐν] |
τῇ ἐκκλησίᾳ, βουλευόντων [Δι]οδώρου τοῦ Φιλονίκου, Διοδώρου τοῦ Ἀ[νδρονί]- | |
κου, Κριτολάου τοῦ Δωροθέου, [ἀπ]έδοντο ἐπ’ ἐλευθερίᾳ Διόδωρος Φιλονί- | |
κου καὶ Καλλικράτεα Λυσιπόνου παιδάριον τὸ ἴδιον θρεπτὸν οἰκογε<νέ>ς, ὧι | |
5 | ὄνομα Ὕλας, τῷ Ἀπόλλωνι τῷ [Πυ]θίῳ ἐπ’ ἐλευθερίᾳ, τιμᾶς ἀργυρίου |
μνᾶν τριῶν, καὶ τὴν τιμὴν ἀπέχομε[ν πᾶσ]αν, ἐπὶ τοῖσδε ὥστε ἐλεύθερον | |
εἶναι Ὕλαν καὶ ἀνέφαπτον ὑπὸ πάντων πά[ντα χρ]όνον. καθεστάκαμεν δὲ καὶ βεβαιωτῆρα Λυσίμαχον | |
Νικάνορος. εἰ δέ τις ἐφάπτοιτο Ὕλα ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τὴν ὠνὴν οἵ τε | |
ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ βουλόμενος τῶν ἰδιωτῶν ἐξουσίαν ἐχέτω ἀφ[α]ι- | |
10 | ρούμενος ἐπ’ ἐλευθερίᾳ, ἀζήμιος ὢν καὶ ἀνυπόδικος πάσης δίκης καὶ ζημίας. παραμ[εινάτω] δὲ Ὕλας |
Διο[δώ]ρῳ <καὶ> Καλλικρατέᾳ πάντα τὸν τᾶς ζωᾶς αὐτ[ῶ]ν [χρ]όνον, ποιῶν [τὸ] ἐπιτασσόμενον ἀνενκλήτως. | |
εἰ δὲ μὴ ποιέοι μηδὲ πειθαρχέοι, ἐξουσίαν ἐχέτωσαν Διό[δ]ωρος καὶ Καλλικράτεα ἐπιτι- | |
μέοντ[ε]ς τρόπῳ ᾧ κα θέλωσι. τὴν ὠνὴν τιθέμεθα [κατὰ τὸ]ν νόμον, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ- | |
λωνος ἐνχαράξαντες, ἣν δὲ τῇ Διοδώρου [χειρὶ γρ]άψαντες εἰς τὸ δημόσιον γρα[μ]ματοφυλά- | |
15 | κι[ον] διὰ τοῦ γραμματέως Νικάνορος. μάρτυρες οἱ ὑπογράψαντες. χειρόγραφον vac. [Κ]αλλικρα- |
τέ[α]ς τᾶς Λυσιπόνου. ὁμολογέω συνευαρεστεῖν τᾷ προγεγραμ<μ>ένᾳ ὠνᾷ. χειρόγραφον Λυσιμά- | |
χου τοῦ Νικάνορος. ὁμολογῶ γεγονέναι [βεβ]αιω[τὴρ ἐ]πὶ τ[ῆ]ς προγεγραμμένας ὠνῆς κα- | |
col. I.18 | τασταθεὶς ὑπὸ Διοδώρου τοῦ Φιλονί- |
κου καὶ Καλλικρατ<έ>ας τῆς Δυσιπόνου. | |
20 | μάρτυρες κατὰ πάντων οἱ αὐτοί, |
col. II.21 | οἱ ἱερ<ε>ῖς τοῦ Ἀπόλλωνος Διόδω- |
ρος Φιλονίκου, Διονύσιος Ἀστο- | |
ξένου, Δάμων Πολεμάρχου, | |
καὶ ἰδιῶται Λέων Π[οπλίο]υ, Πόπλιος Δάμωνος, | |
25 | Στράταγος Φίλωνος, Εὐκλῆς Ἄρχων[ο]ς. |