[ ] Phokis — Delphi — 1-20 AD
0.1 [ρ]χοντος Εὐδώρου τοῦ Ἐπινίκου, μηνὸς Ἀμαλίου ἕκτῃ ἱσταμέ[νου ἐν]
τῇ ἐκκλησίᾳ, βουλευόντων [Δι]οδώρου τοῦ Φιλονίκου, Διοδώρου τοῦ Ἀ[νδρονί]-
κου, Κριτολάου τοῦ Δωροθέου, [ἀπ]έδοντο ἐπ’ ἐλευθερίᾳ Διόδωρος Φιλονί-
κου καὶ Καλλικράτεα Λυσιπόνου παιδάριον τὸ ἴδιον θρεπτὸν οἰκογε<νέ>ς, ὧι
5 ὄνομα Ὕλας, τῷ Ἀπόλλωνι τῷ [Πυ]θίῳ ἐπ’ ἐλευθερίᾳ, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν, καὶ τὴν τιμὴν ἀπέχομε[ν πᾶσ]αν, ἐπὶ τοῖσδε ὥστε ἐλεύθερον
εἶναι Ὕλαν καὶ ἀνέφαπτον ὑπὸ πάντων πά[ντα χρ]όνον. καθεστάκαμεν δὲ καὶ βεβαιωτῆρα Λυσίμαχον
Νικάνορος. εἰ δέ τις ἐφάπτοιτο Ὕλα ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τὴν ὠνὴν οἵ τε
ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ βουλόμενος τῶν ἰδιωτῶν ἐξουσίαν ἐχέτω ἀφ[α]ι-
10 ρούμενος ἐπ’ ἐλευθερίᾳ, ἀζήμιος ὢν καὶ ἀνυπόδικος πάσης δίκης καὶ ζημίας. παραμ[εινάτω] δὲ Ὕλας
Διο[δώ]ρῳ <καὶ> Καλλικρατέᾳ πάντα τὸν τᾶς ζωᾶς αὐτ[ῶ]ν [χρ]όνον, ποιῶν [τὸ] ἐπιτασσόμενον ἀνενκλήτως.
εἰ δὲ μὴ ποιέοι μηδὲ πειθαρχέοι, ἐξουσίαν ἐχέτωσαν Διό[δ]ωρος καὶ Καλλικράτεα ἐπιτι-
μέοντ[ε]ς τρόπῳ ᾧ κα θέλωσι. τὴν ὠνὴν τιθέμεθα [κατὰ τὸ]ν νόμον, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ-
λωνος ἐνχαράξαντες, ἣν δὲ τῇ Διοδώρου [χειρὶ γρ]άψαντες εἰς τὸ δημόσιον γρα[μ]ματοφυλά-
15 κι[ον] διὰ τοῦ γραμματέως Νικάνορος. μάρτυρες οἱ ὑπογράψαντες. χειρόγραφον vac. [Κ]αλλικρα-
τέ[α]ς τᾶς Λυσιπόνου. ὁμολογέω συνευαρεστεῖν τᾷ προγεγραμ<μ>ένᾳ ὠνᾷ. χειρόγραφον Λυσιμά-
χου τοῦ Νικάνορος. ὁμολογῶ γεγονέναι [βεβ]αιω[τὴρ ἐ]πὶ τ[ῆ]ς προγεγραμμένας ὠνῆς κα-
col. I.18 τασταθεὶς ὑπὸ Διοδώρου τοῦ Φιλονί-
κου καὶ Καλλικρατ<έ>ας τῆς Δυσιπόνου.
20 μάρτυρες κατὰ πάντων οἱ αὐτοί,
col. II.21                           οἱ ἱερ<ε>ῖς τοῦ Ἀπόλλωνος Διόδω-
                          ρος Φιλονίκου, Διονύσιος Ἀστο-
                          ξένου, Δάμων Πολεμάρχου,
               καὶ ἰδιῶται Λέων Π[οπλίο]υ, Πόπλιος Δάμωνος,
25                Στράταγος Φίλωνος, Εὐκλῆς Ἄρχων[ο]ς.
Search Help
Contact Us