[ ]
Phokis — Delphi — 1-20 AD
1 | [ἄρ]χοντος Διοδώρου <¹⁴τοῦ Φιλονείκου>¹⁴ τὸ δεύτ[ε]ρον, μηνὸς Θεοξενίου, |
β[ο]υλ[ευόν]των Διοδώρου τοῦ Φιλονείκου, Μένητος τοῦ Ξε- | |
νοκρίτου, [Νει]κάνδρου τοῦ Καλλιστράτου, ἀπέδοτ[ο] | |
Λύκων Φαινέα τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, συνευαρεστεόντων καὶ τῶν υ<ἱ>ῶν Φαινέα καὶ Χαιρελάου, | |
5 | σῶμα γυναικῆον οἰκογενές, ᾇ ὄνομα Εὐφροσύνα, τιμ[ᾶς] ἀργυρίου μνᾶ<ν> τριῶν, καὶ τὰν τιμὰν ἀ[π]έχει [πᾶ]- |
σαν. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος [Χ]αιρέλαον Λύκων[ος, κα]θὼς | |
[ἐ]πίστευσε τῷ θεῷ τὰν ὠνὰν Εὐφροσύνα ἐφ’ ᾧτε ἐλευθέρα[ν εἶ]μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
πάντα βίον καὶ μένουσαν ὅπ’ ἂν προαιρῆται καὶ πορευομέναν ὅπ[ο]υ ἂν θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Εὐφρ[ο]- | |
σύνας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτωσαν τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. | |
10 | ὡσομοίως δὲ κ[α]ὶ ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Εὐφροσύναν ἐλευθέραν ἀζάμιος ὢν καὶ [ἀν]υπό<δικος> |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖ[ς] τοῦ Ἀπόλλωνος Δ[ιό]δωρος Φιλ[ο]νίκου, Διο[ν]ύσιος Ἀστοξέ[νου], | |
Δ[ά]μων Πολεμάρχου, καὶ ἰδιῶται Ἀρχίας, Ἀντιγένης, Εὔδωρος Ἐπ[ι]<νί>κου, Νικάν[ωρ] Λυσιμάχου. |