[ ]
Phokis — Delphi — 20-1 BC
1 | ἄρχοντος Εὐδώρου τοῦ Ἐπινίκου, μηνὸς Ἀμαλίου, βουλευόντων Διοδώ- |
ρου τοῦ Φιλονίκου, Διοδ[ώρ]ου [το]ῦ Ἀνδρονίκου, Κριτολάου τοῦ Δωροθέου, | |
ἀπέδοντο Ζώϊλος Ἀπο[λλω]νίου καὶ Δαμὼ Ἀντιφίλου, συνευαρεστεού- | |
σας δέ μοι Δα[μ]οῦ[ς <τᾶς> θυ]γατέ[ρος] μου ἐπ’ ἐλευθερίαι παιδάριον οἰκογε- | |
5 | νές, ὧι ὄνομα Ζώϊλος, τῶι Ἀπ[όλλ]ω[νι τῶι] Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ |
τὰν τιμὰν ἀπέχοντι πᾶσαν, [ἐφ’ ὧιτε] ἐλεύθερον εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάν- | |
των τὸν πάντα χρόνον κα[ὶ ποιοῦ]ντ[α ὃ] ἂν προαίρηται καὶ χωριζόμενον ὅπου ἂν βού- | |
ληται. καθεστάκαμεν δὲ [βεβαιωτῆρα] Δάμωνα Πολεμάρχου. εἰ δέ τις ἐφάπτοιτο Ζω- | |
[ΐ]λ[ου ἐ]πὶ κατ[αδουλισμῷ, βέβαιον παρεχέτω]σαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι | |
10 | καὶ ὁ βεβαιωτ[ήρ. ὁμ]οί[ως δὲ καὶ ὁ παρατυχὼν] κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίαι |
Ζ[ώϊλο]ν ἀζάμ[ιος ὢ]ν [κ]αὶ ἀν[υπόδ]ικος [πάσ]ας δίκας καὶ ζαμίας. τὰν ὠνὰν τιθέ- | |
[μεθα] κατὰ τὸν νό[μον, τὰ]ν μ[ὲν ἐν τ]ὸ ἱε[ρὸν τοῦ Ἀπό]λλωνος ἐνχαράξαντες, τὰν δὲ | |
τᾶι Ζωΐλου χερὶ γράψαντες ἐν τὸ δαμόσιον γραμματοφυλάκιον διὰ τοῦ | |
γραμματέως Νικάνορος τοῦ Λυσιμάχου. μάρτυρες οἱ ἐπιγεγραφότες Διόδω- | |
15 | ρος Φιλονίκου, Δάμων Πολεμάρχου, Νικόστρατος καὶ Εὔδωρος οἱ Ἐπινίκου, Διόδωρος |
καὶ Λαμένης <Σ>τρατά[γ]ο[υ], Φιλόνικος Νίκ[ων]ος, Φίλων{ος} τοῦ Γρίπου, ὑπὲρ Δαμὼ παροῦσαν | |
καὶ κελεύουσαν ὑπὲρ αὐτὰν γράψαι, ἐπεὶ οὐκ οἶδε γράμματα. ὁμολογεῖ Δαμὼ συνευαρεστεῖ[ν] | |
τᾶι προγεγραμμέναι ὠνᾶι. μάρτυρες οἱ αὐτοί. χεὶρ [Δάμ]ωνος τοῦ Πολεμάρχου. ὁμολογῶ γεγονέ- | |
ναι βεβαιωτὴς ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς ὑπὸ Ζωΐλου καὶ Δαμοῦς. μάρ- | |
20 | τυρες κατὰ πάντων οἱ αὐτοί. |