[ ] Phokis — Delphi — 20-1 BC
1 ἄρχοντος Εὐδώρου τοῦ Ἐπινίκου, μηνὸς Ἀμαλίου, βουλευόντων Διοδώ-
ρου τοῦ Φιλονίκου, Διοδ[ώρ]ου [το]ῦ Ἀνδρονίκου, Κριτολάου τοῦ Δωροθέου,
ἀπέδοντο Ζώϊλος Ἀπο[λλω]νίου καὶ Δαμὼ Ἀντιφίλου, συνευαρεστεού-
σας δέ μοι Δα[μ]οῦ[ς <τᾶς> θυ]γατέ[ρος] μου ἐπ’ ἐλευθερίαι παιδάριον οἰκογε-
5 νές, ὧι ὄνομα Ζώϊλος, τῶι Ἀπ[όλλ]ω[νι τῶι] Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ
τὰν τιμὰν ἀπέχοντι πᾶσαν, [ἐφ’ ὧιτε] ἐλεύθερον εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάν-
των τὸν πάντα χρόνον κα[ὶ ποιοῦ]ντ[α ὃ] ἂν προαίρηται καὶ χωριζόμενον ὅπου ἂν βού-
ληται. καθεστάκαμεν δὲ [βεβαιωτῆρα] Δάμωνα Πολεμάρχου. εἰ δέ τις ἐφάπτοιτο Ζω-
[ΐ]λ[ου ἐ]πὶ κατ[αδουλισμῷ, βέβαιον παρεχέτω]σαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι
10 καὶ ὁ βεβαιωτ[ήρ. ὁμ]οί[ως δὲ καὶ ὁ παρατυχὼν] κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίαι
Ζ[ώϊλο]ν ἀζάμ[ιος ὢ]ν [κ]αὶ ἀν[υπόδ]ικος [πάσ]ας δίκας καὶ ζαμίας. τὰν ὠνὰν τιθέ-
[μεθα] κατὰ τὸν νό[μον, τὰ]ν μ[ὲν ἐν τ]ὸ ἱε[ρὸν τοῦ Ἀπό]λλωνος ἐνχαράξαντες, τὰν δὲ
τᾶι Ζωΐλου χερὶ γράψαντες ἐν τὸ δαμόσιον γραμματοφυλάκιον διὰ τοῦ
γραμματέως Νικάνορος τοῦ Λυσιμάχου. μάρτυρες οἱ ἐπιγεγραφότες Διόδω-
15 ρος Φιλονίκου, Δάμων Πολεμάρχου, Νικόστρατος καὶ Εὔδωρος οἱ Ἐπινίκου, Διόδωρος
καὶ Λαμένης <Σ>τρατά[γ]ο[υ], Φιλόνικος Νίκ[ων]ος, Φίλων{ος} τοῦ Γρίπου, ὑπὲρ Δαμὼ παροῦσαν
καὶ κελεύουσαν ὑπὲρ αὐτὰν γράψαι, ἐπεὶ οὐκ οἶδε γράμματα. ὁμολογεῖ Δαμὼ συνευαρεστεῖ[ν]
τᾶι προγεγραμμέναι ὠνᾶι. μάρτυρες οἱ αὐτοί. χεὶρ [Δάμ]ωνος τοῦ Πολεμάρχου. ὁμολογῶ γεγονέ-
ναι βεβαιωτὴς ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς ὑπὸ Ζωΐλου καὶ Δαμοῦς. μάρ-
20 τυρες κατὰ πάντων οἱ αὐτοί.
Search Help
Contact Us