[ ]
Phokis — Delphi — 1-20 AD
1 | ἄρχοντος Εὐκλείδα τοῦ Αἰακίδα, μηνὸς Βοαθοίου <¹⁴τοῦ καὶ Σεβαστοῦ>¹⁴, βουλευόντων Διοδώρου τοῦ Φιλονί- |
κου, Πολεμάρχου τοῦ Δάμωνος, Εὐάνδρου τοῦ Μεγάρτα, ἐπὶ τοῖσδε ἀπέδοτ[ο Ζωΐ]λα Ἀλεξᾶ | |
κοράσιον τὸ ἴδιον θρεπτόν, ᾇ ὄνομα Ἀφροδεισία, συμπαρόντος αὐτᾷ φρο[ν]τ[ισ]τοῦ Ἀρ- | |
χία τοῦ Ἀντιγένους, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ [τιμ]ᾶς ἀργυρίου μνᾶν τριῶν, | |
5 | καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, ὥστε ἐλευθέραν εἶμεν Ἀ[φρ]οδεισίαν καὶ ἀνέ[φ]απτον ἀπὸ |
πάντων τὸν πάντα χρόνον. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμο[υς] τᾶς [πόλ]ιο[ς] | |
Ἀρχίαν Ἀντιγένους. εἰ δέ τις ἐφάπτοιτο Ἀφροδεισίας ἐπὶ κα[ταδου]λισμῷ, βέβαιον πα- | |
ρεχέτωσαν τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ κ[αὶ] ὁ βου[λόμ]ενος | |
τῶν ἰδιωτᾶν ἐξουσίαν ἐχέτω ἀφαιρείμενος ἐπ’ ἐλευθερίᾳ, ἀ[ζ]άμ[ιος] ὢν καὶ ἀνυ- | |
10 | πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ τὸ προ[γεγρα]μμένον κο- |
ράσιον Ζωΐλᾳ πάντα τὸν τᾶς ζωᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτα[σσόμε]νον [ἀν]ενκ[λ]ή- | |
τως. εἰ δὲ μὴ ποιέοι μηδὲ πειθαρχέοι, ἐχουσίαν ἐχέτω Ζω[ΐλα ἐπιτιμ]έουσα τρόπῳ, | |
ᾧ κα θέλῃ. τὰν ὠνὰν τίθεμαι κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱερὸν τοῦ [Ἀ]πόλλω- | |
νος ἐνχαράξασα, ἃν δέ, χρήσαντός μοι χέρα, ἐπεὶ αὐτὰ γράμματα οὐκ εἴδειν, Σωσικλέ- | |
15 | ους τοῦ Φιλλέα, ἐν τὸ δαμόσιον γραμματοφυλάκιον διὰ τοῦ γραμματέως Λυσ[ι]- |
μάχου τοῦ Νικάνορος. μάρτυρες οἱ ὑπογράψαντες. χεὶρ Ἀρχ[ία]. γέ[γον]α [βεβ]αιωτὴρ ἐπὶ | |
τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς ὑπὸ Ζωΐλας τᾶς Ἀλεξᾶ. μάρ[τυ]ρες οἵ τε ἱερεῖς τοῦ Ἀ- | |
πόλλωνος Διόδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμ[άρ]χου καὶ ἰδιῶται | |
Εὐκλείδας Αἰακίδα, Εὐκλείδας Σώτα, Στράταγος Φίλωνος, Καλλίστρατος Κα[λλ]ιστράτου, Δ[ιόδ]ωρος | |
20 | Ἐπινίκου. {Ε} |