[ ] Phokis — Delphi — 1-20 AD
1 ἄρχοντος Εὐκλείδα τοῦ Αἰακίδα, μηνὸς Βοαθοίου <¹⁴το καὶ Σεβαστο>¹⁴, βουλευόντων Διοδώρου τοῦ Φιλονί-
κου, Πολεμάρχου τοῦ Δάμωνος, Εὐάνδρου τοῦ Μεγάρτα, ἐπὶ τοῖσδε ἀπέδοτ[ο Ζωΐ]λα Ἀλεξ
κοράσιον τὸ ἴδιον θρεπτόν, ᾇ ὄνομα Ἀφροδεισία, συμπαρόντος αὐτᾷ φρο[ν]τ[ισ]τοῦ Ἀρ-
χία τοῦ Ἀντιγένους, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ [τιμ]ᾶς ἀργυρίου μνᾶν τριῶν,
5 καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, ὥστε ἐλευθέραν εἶμεν Ἀ[φρ]οδεισίαν καὶ ἀνέ[φ]απτον ἀπὸ
πάντων τὸν πάντα χρόνον. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμο[υς] τᾶς [πόλ]ιο[ς]
Ἀρχίαν Ἀντιγένους. εἰ δέ τις ἐφάπτοιτο Ἀφροδεισίας ἐπὶ κα[ταδου]λισμῷ, βέβαιον πα-
ρεχέτωσαν τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ κ[αὶ] ὁ βου[λόμ]ενος
τῶν ἰδιωτᾶν ἐξουσίαν ἐχέτω ἀφαιρείμενος ἐπ’ ἐλευθερίᾳ, ἀ[ζ]άμ[ιος] ὢν καὶ ἀνυ-
10 πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ τὸ προ[γεγρα]μμένον κο-
ράσιον Ζωΐλᾳ πάντα τὸν τᾶς ζωᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτα[σσόμε]νον [ἀν]ενκ[λ]ή-
τως. εἰ δὲ μὴ ποιέοι μηδὲ πειθαρχέοι, ἐχουσίαν ἐχέτω Ζω[ΐλα ἐπιτιμ]έουσα τρόπῳ,
ᾧ κα θέλῃ. τὰν ὠνὰν τίθεμαι κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱερὸν τοῦ [Ἀ]πόλλω-
νος ἐνχαράξασα, ἃν δέ, χρήσαντός μοι χέρα, ἐπεὶ αὐτὰ γράμματα οὐκ εἴδειν, Σωσικλέ-
15 ους τοῦ Φιλλέα, ἐν τὸ δαμόσιον γραμματοφυλάκιον διὰ τοῦ γραμματέως Λυσ[ι]-
μάχου τοῦ Νικάνορος. μάρτυρες οἱ ὑπογράψαντες. χεὶρ Ἀρχ[ία]. γέ[γον]α [βεβ]αιωτὴρ ἐπὶ
τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς ὑπὸ Ζωΐλας τᾶς Ἀλεξᾶ. μάρ[τυ]ρες οἵ τε ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Διόδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμ[άρ]χου καὶ ἰδιῶται
Εὐκλείδας Αἰακίδα, Εὐκλείδας Σώτα, Στράταγος Φίλωνος, Καλλίστρατος Κα[λλ]ιστράτου, Δ[ιόδ]ωρος
20 Ἐπινίκου. {Ε}
Search Help
Contact Us