[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Νικάνορ[ος] τοῦ Λυσιμάχου, μηνὸ[ς] Βουκατίου, βουλευόντων |
Λαμένους τοῦ Στρατάγου γόνῳ δὲ Λαμένους καὶ Λυσιμάχου τοῦ Νικάνο̣ρ̣ο̣- | |
ς, ἀπέδοτο Στρατονίκα Ὀρθαγόρα Αἰτωλά, συνευαρεστοῦντος τοῦ πατ- | |
ρὸς αὐτᾶς Ὀ̣ρθ̣[α]γόρα, ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλλωνι τῷ Πυθίῳ κοράσιον, ᾧ ὄ[νο]- | |
5 | μα Σωτηρίχα, καὶ ἄλλο κοράσιον, ᾧ ὄνομα Ἐπίκτησις. τό τε προγεγραμ%⁸¹μέ- |
νον κοράσιον, ᾧ ὄνομα Σωτηρίχα, ἀπέδοτο τιμᾶς ἀργυρίου μν[ᾶν] τριῶν, καὶ τὰν | |
τιμὰν ἀπέχ<ε>ι πᾶσαν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Σωτηρίχαν καὶ ἀν[έφ]απτον ὑπὸ πάντ- | |
ων πά<ντα> τὸν χρόν<ον>, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν μ[η]δενὶ μηδὲν προσήκουσ[αν] | |
κατὰ μηδένα τρόπον. καθέστακα δὲ καὶ [βεβ]αιωτῆρα Δαμο[φά]ν[η Ἐχ]εδάμου | |
10 | Κυτη[ν]ιῆ. τὸ δὲ ἕτερον κοράσιον, τὸ λε[γό]μενον Ἐπί[κτησ]ιν ὡσομοίως |
col. I-II.11 | ἀπέδοτο τῷ θεῷ τιμᾶς ἀργυρίου |
μνᾶν τριῶν. τὰν τιμὰν ἀπέχ<ε>ι vac. [π]ᾶσαν, ἐφ’ ᾧ[τ]ε [ἐ]λευθέραν | |
εἶμεν Ἐπίκτησιν καὶ ἀνέπ[αφ]%⁸¹ον ὑπὸ πάντων τὸν π[άντα] | |
χρόνον. παραμεινάτω δὲ Ἐπ[ί]%⁸¹κτησις Στρατονίκᾳ πάν- | |
15 | τα τὸν τᾶς ζωᾶς χρόνο[ν], vac. ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶ[ν] |
col. I.16 | [ἀ]νενκλήτω[ς ․․․․․․]ΥΟΥϹ[․․] |
τῆς Στρατονίκης κα[․․․․] | |
καὶ ΕΝΠΡ[․]ΕΝΕΚΥΙ[․․] | |
ἐπίστευσε τῷ θε[ῷ τὰς] | |
20 | ὠνάς, μηδενὶ μηδ[ὲν] |
πρ[οση]κούσας κατ[ὰ] | |
μηδ[έ]να τρόπον. [κα]- | |
θ[έ]στακα δὲ καὶ βε[βαι]- | |
ωτῆρα τ[ᾶς Ἐ]πικτήσ[εως] ὠ[νᾶς] | |
25 | [Μίκ]κον [Κρ]ινολάου Ἐ[ριναῖον]. |
[ε]ἰ δ[έ] τις ἐφάπτοιτο | |
Σωτηρί[χ]ας ἢ Ἐπικτήσεως | |
ἐπὶ κατ[α]δουλισμῷ, βέβαιον | |
παρ[ε]χόντω τῷ θεῷ τὰς ὠν[ὰ]ς | |
30 | ἅ τε ἀποδομένα καὶ οἱ βε[βαι]ω- |
τῆρες Δαμο[φ]άνης Ἐχεδάμου | |
Κ[υτ]ενιεὺς καὶ Μίκκος Κρινολάου | |
Ἐριναῖος. ὡσαύτως δὲ καὶ ὁ π[α]- | |
ρα[τυ]χ[ὼ]ν κύριος ἔστω συλέων [Σωτη]- | |
35 | ρίχαν καὶ Ἐπίκτη[σιν], ἀζάμιος [ὢν] |
καὶ ἀνυπόδικος πάσ[α]ς δί- | |
κας καὶ ζαμίας. | |
col. II.38 | εἰ δέ τι γεν[ν]α<θ>ῇ ἐν τ[ῷ] |
τῆς παραμον[ῆς χ]ρόνῳ | |
40 | ἐξ Ἐπικτήσεως, ἔστω ἐ- |
λεύθερον, καθὼς ἐβουλ[όμ]- | |
ην, καὶ ἀνέπαφον ὁμοί- | |
ως. τίθ[εμ]αι τ[ῆ]ς ὠνῆς | |
τὸ ἀντίγραφο[ν] διὰ τοῦ | |
45 | γραμματ[έως] τοῦ τῆς |
[πό]λεως Μελ[ισ]σί[ω]νος | |
[τοῦ] Λαιάδα ἐ[ν] τὰ δ[η]- | |
[μ]όσια τῆς πόλεω[ς] | |
γράμματα. μαρτυρ- | |
50 | ες οἱ ἱερεῖ[ς] τοῦ Πυθίου |
Ἀπόλλωνος Διονύσι- | |
ος Ἀστοξένου, Δάμων | |
Πολεμάρχου, Λέων Ἐπιστε- | |
λίου [Κ]αλιπολίτης, Κλεώνυ- | |
55 | μος Πράξωνος Ἀμ[φισ]- |
σεύς, Δημήτριος [․․]ο- | |
[․]ίμου Ἀμφισ[σε]ύς. |