[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Διοδώρου τοῦ Ἀνδρονίκου, μην[ὸς ․․․․․․․․․, βουλευόντων Πάσωνος τοῦ Δάμ]ωνος καὶ Καλλι-
στράτου τοῦ Καλλιστράτου, ἀπ%⁸¹έδο[το Βαβύλος ․․․․․․ Ἀπόλλ]ω[νι τῷ Πυ]θίῳ σῶμα ἀνδρῆ-
ον, ὧι ὄνο[μ]α Βαρράνης, τιμᾶς ἀργ[υ]ρίου μν[ᾶν] τριῶν <καὶ> τετρωβόλου, καὶ παι-
δάριον τοῦ ἔτους, ὧι ὄνομα Τέχνον, καὶ τὰν τ[ιμὰν ἀπέχει πᾶσαν], ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν Βαρ-
5 ράνην, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, καὶ ἀνέπ[αφο]ν μη[θενὶ μ]ηθὲν προσήκοντα κα{ΔΕΚΑΙΒΕΒ}-
τὰ {²⁶κατὰ}²⁶ μηδένα τρόπον. καθέστακα δὲ καὶ βεβαιωτῆ[ρα τ]ῆς ὠνῆς Πολέμαρχον Δάμωνος. εἰ δέ τις [ἐ]φάπτοι[το] Βαρ-
ράνους ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντ[ω τῶι] θε%⁸¹ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ.
ὡσαύτως δὲ καὶ ὁ παρατυχὼν συλέων ἀζάμιος ἔστω [καὶ] ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Δ[άμ]ων Πολεμάρχου, Διονύσιος Ἀστοξένου, καὶ ἰδιῶται. τίθεμαι τὴν [ὠ]ν[ὴ]ν
10 εἰς τὰ δημόσια γράμματα <τῆς> ἐν τῶι ἱερῶι ὠνῆς ἀντίγραφον, καθὼς περὶ τούτων ὁ νόμος περιέχει. χειρόγρα-
φον Πολεμάρχου τοῦ Δάμωνος. ὁμολογῶ βεβαιωτὴρ γεγονέναι ἐπὶ τῆς ἐν τῶι ἱερῶι ὠνῆς [Β]αρράνους
καὶ τῆς εἰς τὰ δημόσια γράμματα τεθειμένης κατασταθεὶς ὑπὸ Βαβύλου το[ῦ ․․․․․․]ου. μάρ[τ]υ[ρες] Μη[νό]δωρος
Μενίσκου, Αἰακίδας Εὐκλείδα, Εὐκλείδας Αἰακίδα, Νίκανδρος Καλλιστράτου, Κλέανδρος Φίλωνος.
Search Help
Contact Us