[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Ἐπινείκου τοῦ Ν[ε]ικοστράτου, μηνὸς Ἀμαλίου, βουλευόντων Λαμένους τοῦ [Στρα]-
τάγου γόνῳ δὲ Λαμένους, Εὐκλέος τοῦ Εὐάνδρου, ἐπὶ τοῖσδε [ἀπέδ]οτο Εὔπορος Εὐπόρου [τῷ Ἀ]-
πόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα δύο [ἀνδρ]εῖα, οἷς ὀνόμ[ατ]α Παράμ[ονο]ς καὶ Σωτή[ρι]-
χος, τειμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τειμ<ὰ>ν ἀπέχω πᾶσαν, ἐ[φ’ ᾧ]τε ἐλευθέρο[υς] εἶμεν [Πα]-
5 ράμονον καὶ Σωτήριχον, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰν ὠ[νάν]. εἰ δέ τις ἐφάπτοιτο [Παρα]-
μόνου ἢ Σωτηρίχ[ου ἐπὶ] καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θ[εῷ] τὰν ὠνὰν ὅ τε ἀποδόμε-
νος καὶ ὁ βεβαιωτήρ. [ὁμ]οίως δὲ καὶ ὁ π<α>ρατυχὼν κύριος ἔστω [συ]λέων εἰς ἐλ<ε>υθερίαν [Πα]-
ράμονον καὶ Σωτήριχ[ον]ζάμιος ὢν καὶ ἀ[νυ]πόδικ[ος πάσας δίκας κ]αὶ ζαμίας. παραμεινά[τω]
δὲ τὰ προγεγραμμένα παρὰ τῷ Εὐπόρῳ πάντα τὸν τοῦ [βίου αὐτοῦ] χρόνον, ποι[οῦντα π]ᾶν τὸ
10 [ἐπι]τασ<σ>όμενον ἀνε<γ>κλήτω[ς]. εἰ δὲ μὴ παραμένοιεν μὴ ποιέοιεν, ἐξουσίαν ἐχέτω Εὔπορος
[ἐπι]τειμέων τρόπῳ ᾧ κα θέλῃ. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους vac. τ[ᾶς] πό-
[λι]ος Σάτυρον Ζωΐλου. τίθεμαι τὰν ὠνὰν, τὰ<ν> μὲν ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος
ἐνχαράξας, τὰ<ν> δὲ ἐν τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ τοῦ γρα[μματέ]-
ως Ἁβρομάχου τοῦ Ξεναγόρα. χεὶρ [Σατύρου τοῦ Ζωΐλου. γέ]γονα βεβαιωτὴρ ἐπ[ὶ]
15 τ[ῆ]ς π[ρο]γεγραμμένης ὠνῆς [κατα]σταθεὶς ὑπὸ Παραμόνου. μάρ-
τυρες Βαρράνης, Ἡράκλιτος ․․․․
․․․․․․․․․․․․․․․․․․․
Search Help
Contact Us