[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Γαίου Ἰουλίου Σειδέκτα, μηνὸς Ἐ[νδυσ]-
ποιτροπίου, βουλευόντων Λαμένους τοῦ Στρα-
τάγου γόνῳ δὲ Λαμένους, Φιλονείκου τοῦ Δι-
οδώρου, ἐπὶ τοῖσδε ἀπέδοντο Ξενοκ[ρ]άτης Ἀ-
5 ριστοδάμου καὶ Σωσὼ Σωστράτου{ς}, συνευδο-
[κ]έοντος καὶ τοῦ υἱοῦ αὐτῶν Ἀριστοδάμου, τῷ Ἀπόλ-
λωνι τῷ Πυθίωι σῶμα γυναικῆον, ᾇ ὄνομα Λ[υ]-
σιάς, τειμᾶς ἀγρυρίου
μνᾶν πέντε, <καὶ τὰν τειμὰν> ἀπέχοντι πᾶσαν. βεβαιωτὴ[ρ]
10 κατὰ τοὺς νόμους
τᾶς πόλιος Ἑρμογένης Διονυσίου, καθὼς ἐ-
πίστευσαν οἱ ἀπο[δόμενοι τῷ]
θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Λ[υσιάδα καὶ]
[ἀνέ]φαπτο<ν ἀπὸ> πάντ<ω>[ν]
15 πανταχ<ῇ> τὸν πάντα χρόνον. παραμειν[άτω]
δὲ Λυ[σιὰς Ξενοκρά]-
τει καὶ Σωσῷ {σω} τὸν τᾶς ζωᾶς αὐτᾶς χρό[νον]
[․․․․]ε[․․․]ο[․․․․] ποιοῦσα ἀνενκλήτως [τὸ]
ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι],
20 ἐξουσίαν ἐχέτωσαν Ξενοκράτης καὶ Σω-
σὼ [ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι. δότω δὲ Λυσιὰς Σω-
[σῷ] παιδία ἐνιαύσια ․ε․․․. ε[ἰ δέ τις ἐφάπτοιτο]
Λυσιάδος ἐπὶ καταδουλισμῷ, ὁ]
παρατυχὼν κύριος ἔστω συλέ[ων ἐλευθέραν].
25 τιθέμεθα τὰν ὠνὰν
[κατ]ὰ τὸν νόμον εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ-
λωνος ἐνχαράξαντες. μάρτ[υρ]ες
[OI( I(EREI=S TOU= *)APO/LLW]NOS *DA/MWN *P[O]-
[λεμάρχου, Διονύσ]ιος Ἀστοξένου ․․․․․
30 ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․
Search Help
Contact Us