[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | ἄρχοντος Λυσιμάχου τοῦ Νεικάνορος, |
| μηνὸς Εἰλαίου· χεὶρ Ἀκό[ν]του τοῦ Διοφάντου | |
| ὑπὲρ Εὐφροσύνα<ν> Αἰακίδου καὶ Στράταγον | |
| καὶ Εὐφ[ρ]όσυνον πα[ρ]όν[τας] καὶ κελεύον[τ]ας | |
| 5 | ὑπὲρ [α]ὐτοὺς γράψαι· βουλευόντων Καλλιστρ[ά]- |
| του τοῦ Κλεοτείμου καὶ Λέωνος τοῦ Ἐπαγάθου, <¹⁴Εὐφροσύνα, συνευαρεστεόντων αὐτᾷ καὶ τῶν υἱῶν,>¹⁴ ἀπ[έ]- | |
| δοντο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ | |
| σῶμα, ᾇ ὄνομα Ἀγέλη, τειμᾶς ἀργυρίου μνᾶν τεσ[σά]- | |
| ρων, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίστευ- | |
| 10 | σεν Ἀγέλη τῷ θεῷ <τὰν ὠνάν>, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφ[α]- |
| πτος ἀπὸ πάντων τὸν ἅπαντα χρόνον, μηδενὶ μη- | |
| δὲν ποθήκουσαν κατὰ μηδένα τρόπον. βεβαιωτ[ὴρ] | |
| κατὰ τοὺς νόμους τᾶς πόλιος Σάτυρος Ζ<ω>ΐλ[ου]. | |
| παραμεινάτω δὲ Ἀγέλη Εὐφροσύνᾳ πάντα τὸν [τᾶς] | |
| 15 | ζωᾶς αὐτᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμε- |
| [ν]ον ἀν[εγ]κλήτως. εἰ δὲ μὴ ποιῇ μηδὲ πειθαρχῇ, | |
| [ἐ]ξουσίαν ἐχέτω Εὐφροσύνα ἐπιτειμέουσα τρ[ό]- | |
| [π]ῳ ᾧ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ἀγέλης ἐπὶ κα- | |
| [τ]αδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν | |
| 20 | ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως |
| δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀ- | |
| φαιρείμενος Ἀγέλην εἰς ἐλευθερίαν, ἀζάμιος | |
| ὢν καὶ ἀ[ν]υπόδικος πάσας δίκας καὶ ζαμίας. τί[θε]- | |
| μαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱε- | |
| 25 | ρὸν τοῦ Ἀπόλλωνος ἐνχαράξαντες, τὰν δὲ ἐν |
| τὰ δημόσια τᾶς πόλιος γράμματα. δότω δὲ | |
| Ἀγέλη τοῖς τέκνοις μοῦ παιδίον. μάρ- | |
| τυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Δάμων Πολε- | |
| μάρχου, Διονύσιος Ἀστοξένου· Δάμων Πολε- | |
| 30 | μάρχου, Ἀστόξενος Διονυσίου, Δωρόθεος |
| Κριτολάου, ․․․․․․․․ |