[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Λυσιμάχου τοῦ Νεικάνορος,
μηνὸς Εἰλαίου· χεὶρ Ἀκό[ν]του τοῦ Διοφάντου
ὑπὲρ Εὐφροσύνα<ν> Αἰακίδου καὶ Στράταγον
καὶ Εὐφ[ρ]όσυνον πα[ρ]όν[τας] καὶ κελεύον[τ]ας
5 ὑπὲρ [α]ὐτοὺς γράψαι· βουλευόντων Καλλιστρ[ά]-
του τοῦ Κλεοτείμου καὶ Λέωνος τοῦ Ἐπαγάθου, <¹⁴Εὐφροσύνα, συνευαρεστεόντων αὐτᾷ καὶ τῶν υἱῶν,>¹⁴ ἀπ[έ]-
δοντο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ
σῶμα, ᾇ ὄνομα Ἀγέλη, τειμᾶς ἀργυρίου μνᾶν τεσ[σά]-
ρων, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίστευ-
10 σεν Ἀγέλη τῷ θεῷ <τὰν ὠνάν>, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφ[α]-
πτος ἀπὸ πάντων τὸν ἅπαντα χρόνον, μηδενὶ μη-
δὲν ποθήκουσαν κατὰ μηδένα τρόπον. βεβαιωτ[ὴρ]
κατὰ τοὺς νόμους τᾶς πόλιος Σάτυρος Ζ<ω>ΐλ[ου].
παραμεινάτω δὲ Ἀγέλη Εὐφροσύνᾳ πάντα τὸν [τᾶς]
15 ζωᾶς αὐτᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμε-
[ν]ον ἀν[εγ]κλήτως. εἰ δὲ μὴ ποιῇ μηδὲ πειθαρχῇ,
[ἐ]ξουσίαν ἐχέτω Εὐφροσύνα ἐπιτειμέουσα τρ[ό]-
[π]ῳ ᾧ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ἀγέλης ἐπὶ κα-
[τ]αδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν
20 ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως
δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀ-
φαιρείμενος Ἀγέλην εἰς ἐλευθερίαν, ἀζάμιος
ὢν καὶ ἀ[ν]υπόδικος πάσας δίκας καὶ ζαμίας. τί[θε]-
μαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱε-
25 ρὸν τοῦ Ἀπόλλωνος ἐνχαράξαντες, τὰν δὲ ἐν
τὰ δημόσια τᾶς πόλιος γράμματα. δότω δὲ
Ἀγέλη τοῖς τέκνοις μοῦ παιδίον. μάρ-
τυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Δάμων Πολε-
μάρχου, Διονύσιος Ἀστοξένου· Δάμων Πολε-
30 μάρχου, Ἀστόξενος Διονυσίου, Δωρόθεος
Κριτολάου, ․․․․․․․․
Search Help
Contact Us