[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Θεοξένο[υ] τοῦ Φιλαιτώλου, μη[ν]ὸς δ[ὲ] |
Δαιδαφορίου, βουλευόντων Ἐ[πι]νίκου [τοῦ Νικο]- | |
στράτου, Σατύρου τοῦ Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ῦ Εὐαμέ]- | |
ρου ὑπὲρ Νικόμαχον Εὐδίκου παρόντα καὶ κελεύ[ον]- | |
5 | τα γράψαι ὑπὲρ αὐτόν· ἀπέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα, οἷς ὀνόματα | |
[Ζ]ωπύρα καὶ τὰ ἐξ αὐτῆς Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, | |
[τε]ιμᾶς ἀργυρίου ἕκαστον αὐτῶν μ[νᾶ]ν τ[εσσά]ρων σ[υ]νευα- | |
[ρεσ]τέοντος αὐτοῖς κα<ὶ> τοῦ υἱοῦ αὐτῶν Διονυσίου· καὶ τὰν τε[ι]- | |
10 | [μὰν] ἀπέχομεν πᾶσαν. βεβαιωτὴρ κατασταθεὶς ὑπ’ [αὐτῶν] |
κατὰ τοὺς νόμους τᾶς πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς ἐπίστευσα<ν> τῷ θεῷ τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- | |
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, ἐφ’ ᾧτε ἐλεύθεροι εἶμεν καὶ ἀνέπαφοι ἀπὸ πάντω<ν> τὸν πάντα βίον. | |
παραμεινάτωσαν δὲ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίῳ τὸν τᾶς ζωᾶς αὐτοῦ χρόνον | |
ποιοῦντες τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι[σ]αν, ἐξουσίαν ἐχέτω Διονύσιος ἐπι- | |
15 | τειμέων τρόπῳ ᾧ κα θέλῃ, πλὰν μὴ πολέων. εἰ δέ τι πάθοι Διονύσιος τῶν κατ’ ἄνθρωπον ἀπο- |
λιπὼν τέκνα γνήσια, δότωσαν οἱ ἐν τῇ παραμονῇ ἕκαστος δηνάρια ἑξήκοντα. Ζωπύρα δὲ ἐξουσίαν | |
ἐχέτω ποιεῖν ἅ κα θέλῃ, μηδενὶ μηδὲν προσήκουσα. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμμένων σωμ[ά]- | |
των ἐπὶ κ<α>τα<δ>ουλισμῷ, βεβαίην παρεχόντω <τῷ> θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιω- | |
τὴρ καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀφαι- | |
20 | ρείμενος ἐν ἐλευθερίαν, ἀζάμιος ὢν καὶ [ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐθέμεθα |
δὲ τὰς ὠνὰς διὰ τοῦ γραμματέως τῆς πόλεως Μελισσίωνος τοῦ Λαιάδα —— εἰς τὰ δημό- | |
σια τῆς πόλεως γράμματα, τὰν δὲ ἑτέραν ἐνχαράξας ἐν τῷ θεάτρῳ. χεὶρ Λυσιμάχου τοῦ Νικά- | |
νορος. γέγονα βεβαιωτὴρ ἐπὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς ὑπὸ Νικο- | |
μάχου τοῦ Εὐδίκου. χεὶρ Διονυσίου. συνευαρεστῶ τῇ Παρ<αμ>όνο<υ κ>α<ὶ> τῶν προγεγραμ<μ>ένων ὠ- | |
25 | νᾶν. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς] Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου· καὶ |
ἰδιῶται Ἀρχίας Ἀντιγένους, Νικάνωρ Λυσιμάχου, Εὔανδρος Μεγάρτα. |