[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Θεοξένο[υ] τοῦ Φιλαιτώλου, μη[ν]ὸς δ[ὲ]
Δαιδαφορίου, βουλευόντων Ἐ[πι]νίκου [τοῦ Νικο]-
στράτου, Σατύρου τοῦ Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ῦ Εὐαμέ]-
ρου ὑπὲρ Νικόμαχον Εὐδίκου παρόντα καὶ κελεύ[ον]-
5 τα γράψαι ὑπὲρ αὐτόν· ἀπέδοτο Νικόμαχος καὶ Νεικ[ὼ]
τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα, οἷς ὀνόματα
[Ζ]ωπύρα καὶ τὰ ἐξ αὐτῆς Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον,
[τε]ιμᾶς ἀργυρίου ἕκαστον αὐτῶν μ[νᾶ]ν τ[εσσά]ρων σ[υ]νευα-
[ρεσ]τέοντος αὐτοῖς κα<ὶ> τοῦ υἱοῦ αὐτῶν Διονυσίου· καὶ τὰν τε[ι]-
10 [μὰν] ἀπέχομεν πᾶσαν. βεβαιωτὴρ κατασταθεὶς ὑπ’ [αὐτῶν]
κατὰ τοὺς νόμους τᾶς πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς ἐπίστευσα<ν> τῷ θεῷ τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο-
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, ἐφ’ ᾧτε ἐλεύθεροι εἶμεν καὶ ἀνέπαφοι ἀπὸ πάντω<ν> τὸν πάντα βίον.
παραμεινάτωσαν δὲ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίῳ τὸν τᾶς ζωᾶς αὐτοῦ χρόνον
ποιοῦντες τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι[σ]αν, ἐξουσίαν ἐχέτω Διονύσιος ἐπι-
15 τειμέων τρόπῳ ᾧ κα θέλῃ, πλὰν μὴ πολέων. εἰ δέ τι πάθοι Διονύσιος τῶν κατ’ ἄνθρωπον ἀπο-
LIPW\N TE/KNA GNH/SIA, DO/TWSAN OI( E)N TH=| PARAMONH=| E(/KASTOS DHNA/RIA E(CH/KONTA. *ZWPU/RA DE\ E)COUSI/AN
ἐχέτω ποιεῖν ἅ κα θέλῃ, μηδενὶ μηδὲν προσήκουσα. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμμένων σωμ[ά]-
των ἐπὶ κ<α>τα<δ>ουλισμῷ, βεβαίην παρεχόντω <τῷ> θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιω-
τὴρ καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀφαι-
20 ρείμενος ἐν ἐλευθερίαν, ἀζάμιος ὢν καὶ [ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐθέμεθα
δὲ τὰς ὠνὰς διὰ τοῦ γραμματέως τῆς πόλεως Μελισσίωνος τοῦ Λαιάδα —— εἰς τὰ δημό-
σια τῆς πόλεως γράμματα, τὰν δὲ ἑτέραν ἐνχαράξας ἐν τῷ θεάτρῳ. χεὶρ Λυσιμάχου τοῦ Νικά-
νορος. γέγονα βεβαιωτὴρ ἐπὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς ὑπὸ Νικο-
μάχου τοῦ Εὐδίκου. χεὶρ Διονυσίου. συνευαρεστῶ τῇ Παρ<αμ>όνο<υ κ>α<ὶ> τῶν προγεγραμ<μ>ένων ὠ-
25 νᾶν. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς] Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου· καὶ
ἰδιῶται Ἀρχίας Ἀντιγένους, Νικάνωρ Λυσιμάχου, Εὔανδρος Μεγάρτα.
Search Help
Contact Us