[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | ἄρχοντος Δάμωνος τοῦ Πολεμάρχου τὸ τρίτον, μη- |
| νὸς Δαιδαφορίου, βουλευόντων Μηνοδώρου τοῦ Μάρκου, | |
| [Φι]λονείκου τοῦ Διοδώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Σωτηρίχα | |
| [Ἀν]τιφίλου, συνευαρεστεούσας καὶ τᾶς θυγατέρος Κτησίου τᾶς | |
| 5 | [Φίλ]ωνος καὶ τῶν υἱῶν αὐτᾶς Φίλωνος καὶ Σωστράτου, τῷ Ἀπ[όλ]- |
| [λω]νι τῷ Πυθίῳ σῶμα ἀνδρῆον, ᾧ ὄνομα Παράμονος, τειμ[ᾶς] | |
| [ἀργ]υρίου δειναρίων τετρακοσίων, καὶ τὰν τειμὰν ἀπέ- | |
| [χει] πᾶσαν, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν Παράμο- | |
| [νος], ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέπαφος ἀπὸ πάντ[ων] | |
| 10 | [τὸ]ν πάντα βίον, ποιῶν ὅ κα θέλῃ. καθέστακα δὲ καὶ |
| [βεβαι]ωτ[ῆ]ρα κατὰ τοὺς νόμους Σάτυρον Ζωΐλου. | |
| [εἰ δέ] τις ἐφάπτοιτο Παραμόνου ἐπὶ καταδουλ[ι]- | |
| [σμῷ], βέβαιον παρεχ[όν]τω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀ- | |
| [ποδό]μενοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ πα- | |
| 15 | [ρατυ]χὼν κύριος ἔστω συλέων Παράμον- |
| [ον] ὡς ἐλεύθερον, ἀζάμιος ὢν καὶ ἀνυπό- | |
| δικος πάσας δίκας καὶ ζαμίας. τὸ δὲ ἀντίγρα- | |
| [φον] τῆς ὠνῆς ἐθέμεθα κατὰ τὸν νόμον ε[ἰ]ς τὸ | |
| [δ]ημόσιον τεῦχος. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀ- | |
| 20 | πόλλωνος τοῦ Πυθίου Δάμων Πολεμάρχ- |
| ου, Διονύσιος Ἀστοξένου, Ἁβρόμαχος Ξε- | |
| ναγόρα, Μηνόδωρος Μάρκου, Λέων Ἐπαγάθο[υ]. |