[ ]
Phokis — Delphi — 20-46 AD
1 | ἄρχοντος Δάμωνος τοῦ Πολεμάρχου τὸ τρίτον, μη- |
νὸς Δαιδαφορίου, βουλευόντων Μηνοδώρου τοῦ Μάρκου, | |
[Φι]λονείκου τοῦ Διοδώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Σωτηρίχα | |
[Ἀν]τιφίλου, συνευαρεστεούσας καὶ τᾶς θυγατέρος Κτησίου τᾶς | |
5 | [Φίλ]ωνος καὶ τῶν υἱῶν αὐτᾶς Φίλωνος καὶ Σωστράτου, τῷ Ἀπ[όλ]- |
[λω]νι τῷ Πυθίῳ σῶμα ἀνδρῆον, ᾧ ὄνομα Παράμονος, τειμ[ᾶς] | |
[ἀργ]υρίου δειναρίων τετρακοσίων, καὶ τὰν τειμὰν ἀπέ- | |
[χει] πᾶσαν, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν Παράμο- | |
[νος], ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέπαφος ἀπὸ πάντ[ων] | |
10 | [τὸ]ν πάντα βίον, ποιῶν ὅ κα θέλῃ. καθέστακα δὲ καὶ |
[βεβαι]ωτ[ῆ]ρα κατὰ τοὺς νόμους Σάτυρον Ζωΐλου. | |
[εἰ δέ] τις ἐφάπτοιτο Παραμόνου ἐπὶ καταδουλ[ι]- | |
[σμῷ], βέβαιον παρεχ[όν]τω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀ- | |
[ποδό]μενοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ πα- | |
15 | [ρατυ]χὼν κύριος ἔστω συλέων Παράμον- |
[ον] ὡς ἐλεύθερον, ἀζάμιος ὢν καὶ ἀνυπό- | |
δικος πάσας δίκας καὶ ζαμίας. τὸ δὲ ἀντίγρα- | |
[φον] τῆς ὠνῆς ἐθέμεθα κατὰ τὸν νόμον ε[ἰ]ς τὸ | |
[δ]ημόσιον τεῦχος. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀ- | |
20 | πόλλωνος τοῦ Πυθίου Δάμων Πολεμάρχ- |
ου, Διονύσιος Ἀστοξένου, Ἁβρόμαχος Ξε- | |
ναγόρα, Μηνόδωρος Μάρκου, Λέων Ἐπαγάθο[υ]. |