[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Δάμωνος τοῦ Πολεμάρχου τὸ τρίτον, μη-
νὸς Δαιδαφορίου, βουλευόντων Μηνοδώρου τοῦ Μάρκου,
[Φι]λονείκου τοῦ Διοδώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Σωτηρίχα
[Ἀν]τιφίλου, συνευαρεστεούσας καὶ τᾶς θυγατέρος Κτησίου τᾶς
5 [Φίλ]ωνος καὶ τῶν υἱῶν αὐτᾶς Φίλωνος καὶ Σωστράτου, τῷ Ἀπ[όλ]-
[λω]νι τῷ Πυθίῳ σῶμα ἀνδρῆον, ᾧ ὄνομα Παράμονος, τειμ[ᾶς]
[ἀργ]υρίου δειναρίων τετρακοσίων, καὶ τὰν τειμὰν ἀπέ-
[χει] πᾶσαν, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν Παράμο-
[νος], ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέπαφος ἀπὸ πάντ[ων]
10 [τὸ]ν πάντα βίον, ποιῶν ὅ κα θέλῃ. καθέστακα δὲ καὶ
[βεβαι]ωτ[ῆ]ρα κατὰ τοὺς νόμους Σάτυρον Ζωΐλου.
[εἰ δέ] τις ἐφάπτοιτο Παραμόνου ἐπὶ καταδουλ[ι]-
[σμῷ], βέβαιον παρεχ[όν]τω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀ-
[ποδό]μενοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ πα-
15 [ρατυ]χὼν κύριος ἔστω συλέων Παράμον-
[ον] ὡς ἐλεύθερον, ἀζάμιος ὢν καὶ ἀνυπό-
δικος πάσας δίκας καὶ ζαμίας. τὸ δὲ ἀντίγρα-
[φον] τῆς ὠνῆς ἐθέμεθα κατὰ τὸν νόμον ε[ἰ]ς τὸ
[δ]ημόσιον τεῦχος. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀ-
20 πόλλωνος τοῦ Πυθίου Δάμων Πολεμάρχ-
ου, Διονύσιος Ἀστοξένου, Ἁβρόμαχος Ξε-
ναγόρα, Μηνόδωρος Μάρκου, Λέων Ἐπαγάθο[υ].
Search Help
Contact Us