[ ]
Phokis — Delphi — 138/7 BC
1 | ἄρχοντος Τιμοκρίτ[ο]υ τοῦ Εὐκλείδα, [βο]υλευ- |
όντων τὰν δευτέ[ρ]αν ἑξάμηνον Ἀριστίωνος | |
τοῦ Ἀναξανδρίδα, Πραόχου τοῦ Ἀρχελάου, Πάτρω- | |
νος τοῦ Ἰατάδα· ἐπεὶ Εὐάνγελ[ο]ς Πάτρωνος ἐπ[ελ]- | |
5 | θὼν ἐπὶ τὰν ἐκ<κ>λησίαν διελέγη ὑπὲρ Κλεάρχου |
[τ]οῦ Ξάνθου Ἀθηναίου, δ[ιότ]ι ἐκτ[ενὴς κ]αὶ εὔνους | |
ὑπάρχει ποτί τε τὸ ἱερὸν καὶ τὰμ πόλ[ι]ν τ[ῶν Δε]λ- | |
[φ]ῶν καὶ π[ε]ρὶ πλείστου π[οιού]μενος τὰν ποτὶ τοὺ[ς] | |
[θ]εοὺς εὐσέβειαν, αὐτοσαυτὸν εὔχρηστον ἐν παν[τ]ὶ | |
10 | καιρῶι παρασκευάζει καὶ κοινᾶι τᾶι πόλει καὶ κατ’ ἰδίαν |
[τοῖ]ς ἐντυνχανόντοις τῶν πολιτᾶν ἐ[ν] ἃ κά τις αὐ- | |
τὸν παρακαλῇ, συμποτιγινόμενος μετὰ | |
πάσας προθυμίας ἐν οἷς κα τ[υγ]χάνωντι | |
χρείαν ἔχοντες, σπουδᾶς κα[ὶ φιλο]τιμίας | |
15 | οὐθὲν ἐλλείπων· ἀγαθᾶι τύχαι, δεδόχθα[ι] |
τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί․․ ․․ |