[ ] Phokis — Delphi — stoich. — 341-314 BC — CID 2.32
1 ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἕκταν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευ-
όντων Θεοαίστου, Φιλαίχμου, ἐπὶ Πειθαγόρα ἄρχοντος, ὀπωρινᾶς πυλαίας, τοῖς ναο-
ποιοῖς, προστατευόντων Οἰολύκου Λαρισαίου, Τέλλη Θηβαίου, Ἐπικράτεος Ἀθηναίου,
μνᾶς δύο, στατῆρας τριάκοντα· τοῦτο ἐδόθη [Κ]ε[φά]λωνι το[ῦ ξ]υλ[ί]νου ἀστέρος τοῦ παρδεί-
5 γματος στατῆρες τέτορες, δ[ρα]χ[μ]ά· Πυθοδήμωι Ἀθηναίωι [β]ολίμου τέλος μναῖ δύο, στατῆ-
ρες ἴκατι πέντε, δραχμά.
ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἑβδόμαν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βου-
λευόντων Τελεσάρχου, Κορινθοτίμου, [ἐ]πὶ Ἀριστωνύμου ἄρχοντος, ὀπωρινᾶς πυλαίας,
τοῖς ναοποιοῖς, προστατευόντων Φιλίππου Θηβαίου, Κλεοσιμένεος Λακεδαιμονίου,
10 Ἱππία Πελινναιέος, μνᾶς ἑξ[ή]κοντα· ταῦται ἐδόθεν Μ[ο]λοσσῶι Ἀ[θ]ηναίωι ὅσσου ἐν ἑ[τ]έρα[ι]
ποτὶ τὰν δόσιν τᾶν λεοντοκεφαλᾶν.
κεφαλὰ οὗ ἀπέδωκε ἁ πόλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἐπεὶ ἁ εἰρήνα ἐγένετο, ἀπὸ Δαμο-
ξένου ἄρχοντος, ἠρινᾶς πυλαίας, εἴς τε εἰς Ἀριστώνυμον ἄρχοντα, ὀπωρινὰν πυλαίαν,
πυλαιᾶν πέντε καὶ ἐπιμηνιειᾶν δυοῖν, τάλαντα ἑπτά, μναῖ ἕνδεκα, στατῆρες τέτορες, δραχμ[ά].
15 σύμπαντος κεφάλωμα τοῦ ἀπέδωκε [ἁ π]όλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἀπὸ Ἀργιλίου
ἄρχοντος εἴς τε εἰς Ἀριστώνυμον ἄρχοντα, ὀπωρινὰν πυλαίαν, τάλαντα ἐννέα, μνᾶς
τριάκοντα ὀκτώ στατῆρας ἴκατι τέτορας, ὀβολοὺς τρεῖς, ἡμιωβέλιον.
πὰρ τὰν πόλιν τῶν Δελφῶν λοιπὸν τοῖς ναοποιοῖς τάλαντα δέκα, μναῖ τριάκοντα πέντε,
στατῆρες ἴκατι, ὀβολοὶ [ὀ]κτώ, ἡμιωβέλιον.
20 ταῦτα διελογίσθη ποτὶ τοὺς ναοποιούς, ἐπὶ Χαριξένου ἄρχοντος, τᾶς ἠρινᾶς πυλαί[ας],
βουλευόντων Πλείστωνος Εὐφράντου, Χηρία Ἰατ[άδ]α, Ἡρακλείδ[α] Καλλί[α?],
Ἀριστοκράτεος Ἀγάθιος, Εὐθυ[ρ]ρήτου Αἰσχύλου, Θράσωνος Ἐρ[υμ]άνθο[υ],
Εὐθία Θοινίωνος, Δίωνος Ὀφελάνδρου, Κεφάλωνος Τιμομάχου, Θεοδώρου [Κρ]αττίδα,
Τεισιβίου Νικάρχου, Κάφιος Σατύρου, Ἀρχέλα Ἄρχωνος, Ἀντικράτεος Σωκ[λ]είδα,
25 Θυμέα Λακράτεος· γραμματεύοντος τᾶι βουλᾶι Ἐρασίππου Λυ[σ]ία·
προαιρετοὶ ὑπὸ τᾶς πόλιος μετὰ τᾶς [β]ουλᾶς Ἐτυμώνδας Λαρισίου, Σιμυλίων Πειθ[α]γόρα,
Δάμων Ἱππία, Λυκῖνος Μεγακ<λ>έους, Ἀ[ρχ]έλας Κ[ρ]ίτωνος, Καλλι[κρ][της] Καλλικλέος,
[Ἀ]χαιμένης Δα[μ]αίου, Ἀγάθυλλος Αἰνησίλ[α], Φειδίας Ἁγνία, Πυθόδωρος Ἱέρου,
Διοσκουρίδα[ς Ἀ]ρισταγόρα, Ἐχεκρατίδας Θεσσάλου, Θεόαιστος [Ξ]εναγόρα.
30 παρῆν ναοπ[ο]ιοὶ τοίδε· Μολύσων Φαρσάλιος, Κεφάλων Πελιννα[ιεύς], Ἱππίας Πελιννα[ιεύς],
Μήδειος Λαρισαῖος, Οἰόλυκος Λαρισαῖος, Κλεόττας Περραιβός, Τιμαν[ο]ρ[ί]δ[α]ς Μακεδώ[ν],
Ἐτυμώνδας Δελφός, Σιμυλίων Δελφός, Πύθων Θεσπιεύς, Μνασίων Πλαται[εύς],
Πυθόδωρος Ἀθηναῖος, Ἐπιτέλης Ἀθηναῖος, Θεόφρων Ἀθηναῖος, Κ․․․․․․ Κορ[ίν]θ[ιος],
Διευχίδας Μεγαρεύς, Πολυκράτης Ἀργεῖος, Ὁρμασίλας Ἀργεῖος, Ν[ο]ίων Ἀργεῖος,
35 Δεινίας Ἀργεῖος, Φίλις Ἀργεῖος, Φίλλις Ἀργεῖος, Κράτης Σικυώνιος ․․․․․․․․․․․,
Εὔστρα[τ]ος Σικυώνιος, Νικήρατος Αἰγινάτας, Τράχαλος Λακεδαι[μόνιος],
Κυλω[ι]άδας Λακεδαιμόνιος, Ἄντοχος Λοκρός, Εὐφάνης Τροζάνιος ․․․․․․․․․
Προεστάτευον ναοποιοὶ ὅκα ὁ λογισμὸς ἦς· Ἐτυμώνδας Δελφός, [Ἐπιτ]έλ[η]ς Ἀθ[ηναῖος],
[ρ]μασίλας Ἀργεῖος· ἐπὶ τοῖς ζυγάστροις ἐφεστάκεον καὶ τὰ [ἔ]ρ[γ]α δ[ιεξεφ]α[ί]νοντο
40 [Μή]δειος Λαρισαῖος, Σιμυλίων Δελφός, Εὐφάνης Τροζάνιος, Τ[ιμανορίδ]ας [Μακεδών].
Ἐνεφανίζθη τοῖς ἱερομνάμοσιν ὁμόλογα· παρῆν ἱερομνάμονες τοίδε· [Θεσσ]α[λῶν]
Πολίτας Φαρσάλιος, [Ν]ικάσιππος Πελινναιεύς· παρὰ βασιλέω[ς] Ἀλ]ε[ξ]άνδρου
Ἀρχέπολις, Ἄγιππος· Ἀλέξαρχος, Καλλίξενος Δελφοί· Δωριέω[ν] Εὔθρεισο[ς Λακε]δαιμόνιο[ς],
Ἀριστομήδης Πελοποννάσιος· Ἰώνων Λυσίστρατος Ἀθηναῖος, ․․․․․․μος Χαλκιδεύ[ς]·
45 Περραιβῶν Δολόπων Ἀριστόλας Φαλανναῖος, Ἑλλανοκ[ράτης Κτιμεν]αῖος·
Βοιωτῶν Ὕλιμος Θεσπιεύς, Καλλίας Πλαταιεύς· Λοκρῶν Πολυ[κλ]ῆς Ὀπο[ύντ]ιος,
Τιμοκράτης Ἑσπέριος Ἀχαιῶν Μεγαλλίας Μελιταιεύς, Εὔξ[εν]ος Λα[ρι]σ[αῖος]·
Μαγνήτων Σιμμίας Ὁμολιεύς, Φειδόλας Κοροφαῖος· Αἰνιάνων Εὐπόλεμος,
Εὐρύας· Μαλιέων Νικάτας Λαμιεύς, Λυκόφρων Ἡρακλεώ[τα]ς.
50 ἄλλα ὕστερον ἀπεδόθη χρήματα ἀπὸ τῶν δέκα ταλάντων, μνᾶν τριάκοντα πέντε,
στατήρων ἴκατι, ὀβολῶν ὀκτώ, ἡμιωβελίου· ἁ βουλὰ ἀπέδωκε τοὶ περὶ Μελάνωπον,
Κλέωνα Αἰνησιδάμου, Δαμοχάρη, Αἰσχριώνδαν Ἀγέλα, Δαμοκράτη, Χαιρόλαν Ἱε-
ρώνδα, Ἐχεδωρίδαν, Ξενοκλείδαν, Ἐπίαν Θεοτίμου, Χαίρωνα, Ἀρχέμηλον,
Θαρρίκωνα Εὐδάμου, Θράσυν, Φιλόνικο[ν, Λ]άφιλον, τοῖς πρυτανίεσσι τοῖς ἐπὶ
55 Πλείστωνος ἄρχοντος Δαμοκράτει, Ἀριστωνύμωι Δαμαίου, Βούλωνι, Ἀγ[ασέαι],
Νικάνδρωι Ἀριστίωνος, Χαρίαι Ἡρακλείδα, Ἡρακλείδαι Τιμαίου, Ἀγέλαι Παντέ[α],
μνᾶς τριάκοντα· τούτας δὲ τὰς τριάκοντα μνᾶς παρέδωκαν τοὶ πρυτάνιες τοὶ ἐπὶ
Πλείστωνος ἄρχοντος τοῖς πρυτανίεσσι τοῖς ἐπὶ Εὐαρχίδα ἄρχοντος, καὶ τοὶ
πρυτάνιες τοὶ ἐπὶ Εὐαρχίδα ἄρχοντος ἐν τᾶι ἐκκλησίαι τῶν Δελφῶν ὡ[μ]ολόγεον
60 παραλαβεῖν τὰ χρήματα ταῦτα πὰρ τῶν πρυτανίων τῶν ἐπὶ Πλείστωνος· τοὶ ἐπὶ Εὐαρχίδα·
Ἐχ[ε]μμᾶς, Ἀρχέλας, Εὔφραντος, Ἀριστείδας, Κλεόμαντις, Φιλώνδας, Σύλοχος, Ἐπιθάλης.
ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Καλ[λ]ικράτη Ἀρισταγόρα, Κλεόβουλον,
Ταραντῖνον Ἁγησίλα, Θεοδωρίδαν Δίκωνος, Λυσίδαμον Ἀγεστράτου, Εὐάγορον,
Κρινιάδαν, Ἡρακ[λ]είδαν Τιμαίου, Πανταλέοντα Τιμοκράτεος, Ξένωνα Ἀριστοξένου,
65 Ἀριστόξενον Πυρρία, Μένωνα Θρασέα, Ἁγησίδαμον, Ἀρχέτιμον, Κέφαλον, ἐπὶ
*EU)KRI/TOU A)/RXONTOS, *)ETUMW/NDAI KAI\ *SIMULI/WNI, NAOPOIOI=S *DELFOI=S,
μνᾶς τριάκοντα.
ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Διοσκουρίδαν, Κορινθότιμον, Κλεοφάνη, Ἀγόρη,
Ἀρίσταρχον, Δεινόμαχον Κρατησίχου, Πεισίθεον, Πολύξενον, Δάτυν Τιμογένευ[ς],
70 Παλαῖον Πάτρωνος, Τείσωνα Κλεάνδρου, Πανταλέοντα Ἀλέξιος, Βούλωνα,
Αἰνέαν, ἐπὶ Κλεοβούλου ἄρχοντος, Ἐτυμώνδαι καὶ Σιμυλίωνι, ναοποιοῖς Δελφο[ῖς],
μνᾶς τριάκοντα.
ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Διοσκουρίδαν, Κορινθότιμον, Κλεοφάνη,
Ἀγόρη, Ἀρίσταρχον, Δεινόμαχον Κρατησίχου, Πεισίθεον, Πολύξενον,
75 Δάτυν Τιμογένευς, Παλαῖον Πάτρωνος, Τείσωνα Κλεάνδρου, Πανταλέοντα
Ἀλέξιος, Βούλωνα, Αἰνέαν, ἐπὶ Κλεοβούλου ἄρχοντος, Ἐτυμώνδαι καὶ Σιμυλίωνι,
ναοποιοῖς Δελφοῖς, τάλαντον.
ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Καλλικράτη Καλλικλέος, Πραξίαν, Ἀλκινείδα[ν],
Ἀρίστωνα Λυντός, Ἀριστείδαν, Αὐτόλοχον, Δαμοσθένη, Ἄνδρωνα Στράτωνος,
80 Ἐπίαν Τιμογένευς, Ξένωνα Ἐλλία, Θεόξενον Ἀν[τ]άνδρου, Ἀγασέαν, Θάρρανδρο[ν]
Εὐδάμου, Ἁγημονίδαν Κραττίδα, Πατροκλείδαν, ἐπὶ Μεναίχμου ἄρχοντος,
Ἐτυμώνδαι καὶ Καλλικράτει, ναοποιοῖς Δελφοῖς, μνᾶς τριάκοντα.
ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Δαμοχάρη, Εὐαρχίδαν Κ[ρ]ίτωνος, Νεοκλῆ, Τλάσω-
ν[α] Μαχίδα, Αἰνησίδαμον Ἀλέξιος, Πάτρωνα Θρασέα, [Κ]ίμωνα, Ἄντωνα Χηρία, Καλ-
85 λι[κ]ράτη Δάμωνος, Χαρίξενον Πρακ[λε]ίδα, Τεισίαν Λύσωνος, Φλείακα Μαχί[δα],
Δαμ[ο]κράτη Θεσπία, ΑΤΙΞΟΥ Αἰνησι[δ]άμου, ἐπὶ Μεναίχμου ἄρχοντος, Ἐτυμώνδαι
καὶ [Κ]αλλικράτει, ναοποιοῖς Δελφο̣ῖς, μνᾶς τριάκοντα.
ἄλλα [ἀ]πέδωκαν τοὶ πωλητῆρες τᾶν δεκατᾶν Πυθόδωρος, Ἡρακλείδας, Ἀλκινεί-
δας, Κλευφάνης̣, Πραξίας, Εὔφραντος, ἐπὶ Θοινίωνος ἄρχοντος, βουλευόντων
90 Ἀχαιμένευς, Πάτρωνος, Αἰσχριώνδα, Θεομνάστου, Ἀρχιάδα, Ἐτυμώνδαι καὶ Κα[λ]-
λικράτ[ε]ι, ναοποιοῖς Δελφοῖς, μνᾶς τριάκοντα.
ἄλλα ἀπέ[δ]ωκαν τοὶ πωλητῆρες τᾶν δεκατᾶν Πυθόδωρος, Ἀλκινείδας, Κλεοφάνης,
Ἡρακλείδας, Πραξίας, Εὔφραντος, ἐπὶ Λύσωνος ἄρχοντος, βουλευόντων Ἀρχέ[λα].
Κλέωνος, Πεισίλα, Δαμοστράτου, Δαμίνου, Ἐτυμώνδαι καὶ Καλλικράτει, ναοπ[οι]-
95 οῖς Δελφο[ῖ]ς, μνᾶς τριάκοντα.
ἄλλα ἀπέδ[ω]κε ἁ βουλὰ τοὶ περὶ Ἐτυμώνδαν Λαρισίου, Εὔφραντον Θεοχάριος,
Σύλοχον Δαμοτίμου, Ἀλκαμένη Ἀμφιστράτου, Εὐάγορον Θεοχάριος, Λάφιλον Νι-
καίου, Ξένωνα Δαμάνθευς, Δάμωνα Ἀκρατήτου, Ζηνέαν Ἁγνία, Κλεόδαμον Αὐτία,
Θοινίωνα Εὐθία, Ξενόφιλον Φιλομήλου, Σωτιμίδαν Κλέωνος, Ἀνάξανδρον Ξενοδά-
100 μου, Ἐπιχαρίδ[α]ν Δίωνος, ἐπὶ Μαιμάλου ἄρχοντος, Ἐτυμώνδαι καὶ Καλλικράτει,
ναοποιοῖς Δε[λ]φοῖς, μνᾶς τριάκοντα.
Search Help
Contact Us