[ ] Phokis — Delphi — undated
A.1                         ἀγ[α]θᾷ τύχᾳ.
ἄρχοντος Θεοξέ[νου] τοῦ Θεοξένου, μηνὸς Ἰλαί[ου, βουλευό]-
ντων Πολυτειμίδα τ[οῦ <¹⁴Λ]αίαδα τοῦ>¹⁴ [Με]λισσίωνος, Σωσιπάτρου τ[οῦ Σωσιπά]-
τρου, μηνὸς Ἰλαίου, Εὐα[μερὶς] Σ̣ω̣πάτρα Διονυσίου τοῦ Ἀ[στοξένου]
5 ἀπέδοτο τάσδ[ε τὰς γυναῖκας δύο τῷ Ἀπόλλω]νι τῷ Πυθίῳ {ε} αἷς ὀνόμ[α]-
τα Νείκη καὶ Πάρδ̣[αλις — — — — — τιμᾶς ἀργυρίου] μνᾶν ἓξ καὶ τὰν τειμὰν ἀ-
[πέ]χω πᾶσαν [καθὼς ἐπίστευσαν Νείκη καὶ Πάρδαλις] ἐπ’ ἐλευθερίᾳ τὰν ὠνὰν
τῷ θε[ῷ — — — — — — — ἐφ’ ᾧ τε ἐλευθέρα]ς εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάν-
τω[ν τὸν πάντα βίον, μη]θενὶ μηθὲν ποθήκουσαι κατὰ μη-
10 δέ[να τρόπον· εἰ δέ τις ἐφάπτοι]το Νείκης ἢ Παρδάλεως ἐπὶ κα-
B.11 [ταδουλισμῷ, κύριος ἔστω ὁ βεβαι]ωτὴρ καὶ ἄλλος ὁ παρατυ[χὼν]
[συλέων ὡς ἐλευθέραν οὖ]σαν καὶ ἀζάμιοι καὶ ἀνυπόδικο[ι]
[ὄντες· βεβαιωτὴρ κατὰ τοὺς νό]μους τᾶς πόλιος Εὐκλῆς Εὐάνδρου·
[παραμεινάτωσαν δὲ παρὰ Ε]ὐαμερεῖ τὸν τᾶς ζωᾶς χρόνον ἀπὸ
15 [— — ποιέουσαι πᾶν τὸ ἐπιτασ]σόμενον· εἰ δὲ μὴ, ἐξουσίαν ἐχέτω Εὐαμερὶς
[ἐπιτιμέουσα] τοῖς προγεγρμμέν]ο[ις σωμάτοι]ς τρόπῳ ᾧ κα θέλῃ
[πλὰν μὴ πολέουσα· ἄλλος δὲ μηθ]είς· εἰ δέ τι γένηται Εὐαμερεῖ τῶν κατ’ ἄνθρωπον, ἀπολε-
[λυμένα ἔ]στωσαν τὰ προγεγραμμένα σώμα[τ]α τᾶς προγεγραμμένας
[παραμονᾶς ὥσ]τε ἐλευθέρας εἶμεν καὶ ἀνεπάφ[ο]υς τὸν πάντα χρόνον μη-
20 [δενὶ μηδ]ὲν προσήκουσαι κατὰ μηδένα τρό[πο]ν· μάρτυρες οἱ ἱερῖς τοῦ
[Ἀπόλλωνος] Πόπλιος Μέμμιος Κριτόλαος, Μελισσίων [Λαιά]δ̣α̣, Θεόξενος Φιλαι-
[τώλου], Θεόξενος Θεοξένου, Σωσίπατρος Σω[σι]πάτρου.
C — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 [— — — — — — — — — — — — — — —] τὴν ὠνὰν
[— — — — — — — — διὰ τοῦ τῆς πό]λεος γραμματέο̣ς Θεοξέν-
ου τοῦ Φιλαιτώλ[ου εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπόλλωνο<ς>, ἐνχαρά-
ξαντες [— — — — — — — — — γέγ]ο[ν]α βεβαιωτὴρ κατασταθεὶς ὑπὸ Κ[— — — — — — —]
5 ση— — —ας Δαμάρχου [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
ωτὴρ Διοδώρου τοῦ Ἀντιόχ[ου ἐφ’ ᾧ τε ἐλεύθερ]α εἶμεν [— — — — — — — — — — —]
[— — — —] κατὰ τὰ γεγραμμημ[έν]α [— — — —]· μάρτυρες οἵ τε ἱερ[εῖς τοῦ Ἀπόλλωνος τοῦ]
Πυθίου Καλλίστρα[τος Καλλ]ιστράτου, Μελισσίων Λαιάδα, Ἀνθίσκος Ἀν-
τιόχου, Ἐπάγαθ[ος Λέων]ο[ς, Λυ]σ[ί]στρατος Στρατάγου.
10                      vac. 0.16m
Search Help
Contact Us