[ ]
Phokis — Delphi — 47-66 AD
A.1 | [— — — — — — — — — — — — — — — — — — —] Σω̣σιπάτρου |
[ἐπὶ τ]οῖσδε ἀπέδο[το Λέων — — — — —] τῷ Ἀπόλλω̣νι | |
[τῷ] Πυθίῳ σώ̣ματα γυναικῆα Κορινθίαν, Εὐφροσ[ύ]- | |
ναν· παραμινάτωσαν δὲ Λέωνι τὸν τᾶς ζωᾶ[ς] | |
5 | χρόνον Λέωνι καὶ ἔσστωσαν ἐλεύθεραι τι[μᾶ]- |
ς ἀργυρίο<υ> μνᾶ<ν> ἕξ, καὶ τὴν τιμὴν ἀπ̣έ̣[χ]ε[ι] πᾶσαν | |
καθὼς ἐπίστευσα̣ν̣ τῷ θεῷ τὰν ὠν[ὰν τὰ προγεγρα]- | |
μμένα σώ̣ματα ἐφ’ ᾧτε ἐλεύθερα ε[ἶμεν καὶ ἀνέ]- | |
παφα τὸν πάντα χρόν<ον> ἀπὸ παντός· εἰ [δέ τις ἐφάπτ]- | |
10 | οιτο ἐπὶ καταδουλισμῷ, βέβαιο̣<ν> παρ[έχοντο] |
B.11 | [βέ]βαιον τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ |
[ὁ βεβ]αιω̣τήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ- | |
[τω] συλέων ἐλεύθερα τὰ προγεγραμένα σώ̣μ- | |
[ατ]α ἐλεύθερα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας | |
15 | [δί]κας καὶ ζαμίας· καθέσστακα<ν> δὲ καὶ βεβαιωτῆρα |
κατὰ τὸν νόμον Ξεναγόραν Ἁβρομάχου· ποίτω̣- | |
[σ]αν δὲ τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτω̣ς ὃ ἂν θέλῃ Λέων· | |
[εἰ δὲ] μὴ, ἐξέσστω πο[ιεῖν] ὃ ἂν θέλῃ Λέων· τιθέμεθα δὲ τῆς | |
[ὠνῆς] τὸ ἀντίγραφον ἐς τὰ τῆς πόλι̣ο̣ς γράμματα διὰ | |
20 | [τοῦ γραμ]ματέως Νικάνορος· μάρ̣τ̣υ̣ροι οἱ ἱερῖς τοῦ Ἀπόλλωνος |
[Μελισ]σίων Λαιάδα vac. Θε<ο>κλῆς Θε<ο>κλέους, Ἀστόξενος Διονυσίου, | |
[Μένανδρος Με]ν̣άνδρου, Σώ̣στρατος Σω̣στράτου. |