[ ] Phokis — Delphi — 47-66 AD
A.1 [— — — — — — — — — — — — — — — — — — —] Σω̣σιπάτρου
[ἐπὶ τ]οῖσδε ἀπέδο[το Λέων — — — — —] τῷ Ἀπόλλω̣νι
[τῷ] Πυθίῳ σώ̣ματα γυναικῆα Κορινθίαν, Εὐφροσ[ύ]-
ναν· παραμινάτωσαν δὲ Λέωνι τὸν τᾶς ζωᾶ[ς]
5 χρόνον Λέωνι καὶ ἔσστωσαν ἐλεύθεραι τι[μᾶ]-
ς ἀργυρίο<υ> μνᾶ<ν> ἕξ, καὶ τὴν τιμὴν ἀπ̣έ̣[χ]ε[ι] πᾶσαν
καθὼς ἐπίστευσα̣ν̣ τῷ θεῷ τὰν ὠν[ὰν τὰ προγεγρα]-
μμένα σώ̣ματα ἐφ’ ᾧτε ἐλεύθερα ε[ἶμεν καὶ ἀνέ]-
παφα τὸν πάντα χρόν<ον> ἀπὸ παντός· εἰ [δέ τις ἐφάπτ]-
10 οιτο ἐπὶ καταδουλισμῷ, βέβαιο̣<ν> παρ[έχοντο]
B.11 [βέ]βαιον τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ
[ὁ βεβ]αιω̣τήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ-
[τω] συλέων ἐλεύθερα τὰ προγεγραμένα σώ̣μ-
[ατ]α ἐλεύθερα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας
15 [δί]κας καὶ ζαμίας· καθέσστακα<ν> δὲ καὶ βεβαιωτῆρα
κατὰ τὸν νόμον Ξεναγόραν Ἁβρομάχου· ποίτω̣-
[σ]αν δὲ τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτω̣ς ὃ ἂν θέλῃ Λέων·
[εἰ δὲ] μὴ, ἐξέσστω ποεῖν] ὃ ἂν θέλῃ Λέων· τιθέμεθα δὲ τῆς
[ὠνῆς] τὸ ἀντίγραφον ἐς τὰ τῆς πόλι̣ο̣ς γράμματα διὰ
20 [τοῦ γραμ]ματέως Νικάνορος· μάρ̣τ̣υ̣ροι οἱ ἱερῖς τοῦ Ἀπόλλωνος
[Μελισ]σίων Λαιάδα vac. Θε<ο>κλῆς Θε<ο>κλέους, Ἀστόξενος Διονυσίου,
[Μένανδρος Με]ν̣άνδρου, Σώ̣στρατος Σω̣στράτου.
Search Help
Contact Us