[ ] Phokis — Delphi — ca. 20 AD — SEG 34.398 — Mulliez — BCH 108.1984.360-364,2
1 [ἄρχοντος] ἐ̣ν Ἐλατή̣[ᾳ Ξεν]οκράτους, μ̣[ηνὸς δωδε]-
[κάτου, ἐν δὲ] Δελφοῖς ἄ[ρ]χοντος Ν̣εικ̣[ανδρου τοῦ]
[Καλλιστρά]του, μηνὸς <Σ>εβ{ο}αστοῦ {²⁶Σεβαστοῦ}²⁶, βουλ[ευόντων]
[*EU)K]L?EI/DA TOU= *AI)AKI/DA, *POLEMA/RXOU T[OU= *DA/MW]-
5 [νος], ἀπέδοτο Φίλων Φίλωνος Ἐλατ[εὺς τῷ Ἀπόλ]-
[λω]νι τῷ Πυθίῳ σῶμα γυναικῆον ᾧ [ὄνομα Ὠ]-
[φ]ελίμα, καθὼς ἦν σύνφωνος πρὸς [τὸν πεπρα]-
κ̣ότα αὐτῷ Διόδωρον Ὀρέστα, συνευα̣[ρεστέον]-
τος καὶ αὐτοῦ Διοδώρου, ἐπ’ ἐλευθε[ρία̣, τι]-
10 μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τάν [τιμὰν]
ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺ[ς νό]-
μους τᾶς πόλιος Εὐάγγελος Με[γάρτα],
καθὼς ἐπίστευσε Ὠφελίμα τῷ θε[ῷ τὰς]
ὠνάς, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀ[νέπα]-
15 φον ἀπὸ πάντων τὸν πάντα χρόνον· [εἰ δέ]
τις ἐφάπτοιτο Ὠ[φελί]μ̣ας ἐπὶ καταδ[ουλισ]-
μῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν [ὠνὰν]
ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμο[ίως]
δὲ καὶ ὁ παρατυχὼν {κυ} κύριος ἔστω συ̣[λέ]-
20 ων ὡς ἐλευθέραν οὖσαν Ὠφελίμαν, ἀζ[άμι]-
ος καὶ ἀνυπόδικος ὢν πάσας δίκας κα[ὶ ζα]-
μίας· μάρτυρες οἵ τε ἱερεῖς το Ἀπόλλων̣ος [Δι]-
ονύσιος Ἀστοξένου, Δάμων Πολεμάρ-
χου καὶ ὁ νεωκόρος Εὔανδρος Μεγάρτα κ̣[αὶ]
25 προστάται Ἀριστοκλέας Φιλονείκου, Ἄρχω[ν]
Ἀντιγένους καὶ ἰδιῶται Ἁβρόμαχος Ξενα-
γόρα, Εὐκλείδας Σώτα, Σώτηρος Κτήσωνο[ς]·
Χιρόγραφον Εὐαγγέλου τοῦ Μεγάρτα· γέγονα βε̣-
βαιωτὴρ κατασταθεὶς ὑπὸ Φίλωνος ἐπὶ τᾶς προ-
30 γεγραμμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί· vacat
χιρόγραφον Φίλωνος τοῦ Φίλωνος· Ἐλατέως· ἀπο-
τίθεμαι μίαν μὲν ὠνὴν εἰς τὰ δημόσια τῆς Δελφῶν
πόλεως γράμματα κατὰ τὸν τῆς πόλεως νόμον διὰ το[ῦ]
γραμματέως Λυσιμάχου, ἑτέραν δὲ εἰς Ἡρακλείδαν
35 Προθύμου· μάρτυρες οἱ αὐτοί.
Search Help
Contact Us