[ ]
Phokis — Delphi
1 | [ἄρχοντος ἐ]ν Ἐλατή̣[ᾳ Ξεν]οκράτους, [μηνὸς δωδεκά]- |
[του, ἐν δὲ] Δελφοῖς [ἄρ]χοντος Μέν[ητος τοῦ] | |
[Ξενοκρί]του, μηνὸς <Σ>εβ{ο}αστοῦ {²⁶Σεβαστοῦ}²⁶, βουλ[ευόντων] | |
[Εὐκλε]ίδα τοῦ Αἰακίδα, Πολεμάρχου τ[οῦ Δάμω]- | |
5 | [νος], ἀπέδοτο Φίλων Φίλωνος Ἐλατ[εὺς τῷ Ἀπόλ]- |
[λω]νι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ [ὄνομα Ὠ]- | |
[φ]ε̣λίμα, καθὼς ἦν σύνφωνος πρὸς [τὸν ․3-4․]- | |
κ̣ότα αὐτῷ Διόδωρον Ὀρέστα, συνευα̣[ρεστέον]- | |
τος καὶ αὐτοῦ Διοδώρου, ἐπὶ ἐλευθε[ρίᾳ τι]- | |
10 | μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν [τιμὰν] |
ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺ[ς νό]- | |
μους τᾶς πόλιος Εὐάγγελος Με[γάρτα], | |
καθὼς ἐπίστευσε Ὠφελίμα τῷ θε̣[ῷ τὰν] | |
ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ [ἀνέπα]- | |
15 | φον ἀπὸ πάντων τὸν πάντα χρόνον· [εἰ δέ] |
τις ἐφάπτοιτο Ὠ[φελίμας] ἐ̣πὶ καταδ[ουλισ]- | |
μῷ βέβαιον παρεχόντω τῷ θεῷ τὰν [ὠνὰν] | |
ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμο[ίως] | |
δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω [συλέ]- | |
20 | ων ὡς ἐλευθέραν οὖσαν Ὠφελίμαν ἀζ[άμι]- |
ος καὶ ἀνυπόδικος ὢν πάσας δίκας κα̣[ὶ ζα]- | |
μίας· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος [Δι]- | |
ονύσιος Ἀστοξένου, Δάμων Πολεμάρ- | |
χου καὶ ὁ νεωκόρος Εὔανδρος Μεγάρτα κ̣[αὶ] | |
25 | προστάται Ἀριστοκλέας Φιλονείκου, Ἄρχω̣[ν] |
Ἀντ̣άν̣[δρ]ου καὶ ἰδιῶται Ἁβρόμαχος Ξενα- | |
γόρα, Εὐκλείδας Σώτα, Σώτηρος Κτήσωνο[ς]· | |
χιρόγραφον Εὐανγέλου τοῦ Μεγάρτα· γέγονα βε- | |
βαιωτὴρ κατασταθεὶς ὑπὸ Φίλωνος ἐπὶ τᾶς προ- | |
30 | γεγραμμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί· |
χιρόγραφον Φίλωνος τοῦ Φίλωνος Ἐλατέως· ἀπο- | |
τίθεμαι μίαν μὲν ὠνὴν εἰς τὰ δημόσια τῶν Δελφῶν | |
πόλεως γράμματα κατὰ τὸν τῆς πόλεως νόμον διὰ το[ῦ] | |
γραματέως Λυσιμάχου, ἑτέραν δὲ εἰς Ἡρακλείδαν | |
35 | Προθύμου· μάρτυρες οἱ αὐτοί. |