[ ] Phokis — Delphi
1 [ἄρχοντος ἐ]ν Ἐλατή̣[ᾳ Ξεν]οκράτους, [μηνὸς δωδεκά]-
[του, ἐν δὲ] Δελφοῖς [ἄρ]χοντος Μέν[ητος τοῦ]
[Ξενοκρί]του, μηνὸς <Σ>εβ{ο}αστοῦ {²⁶Σεβαστοῦ}²⁶, βουλ[ευόντων]
[Εὐκλε]ίδα τοῦ Αἰακίδα, Πολεμάρχου τ[οῦ Δάμω]-
5 [νος], ἀπέδοτο Φίλων Φίλωνος Ἐλατ[εὺς τῷ Ἀπόλ]-
[λω]νι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ [ὄνομα Ὠ]-
[φ]ε̣λίμα, καθὼς ἦν σύνφωνος πρὸς [τὸν ․3-4․]-
κ̣ότα αὐτῷ Διόδωρον Ὀρέστα, συνευα̣[ρεστέον]-
τος καὶ αὐτοῦ Διοδώρου, ἐπὶ ἐλευθε[ρίᾳ τι]-
10 μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν [τιμὰν]
ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺ[ς νό]-
μους τᾶς πόλιος Εὐάγγελος Με[γάρτα],
καθὼς ἐπίστευσε Ὠφελίμα τῷ θε̣[ῷ τὰν]
ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ [ἀνέπα]-
15 φον ἀπὸ πάντων τὸν πάντα χρόνον· [εἰ δέ]
τις ἐφάπτοιτο Ὠ[φελίμας] ἐ̣πὶ καταδ[ουλισ]-
μῷ βέβαιον παρεχόντω τῷ θεῷ τὰν [ὠνὰν]
ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμο[ίως]
δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω [συλέ]-
20 ων ὡς ἐλευθέραν οὖσαν Ὠφελίμαν ἀζ[άμι]-
ος καὶ ἀνυπόδικος ὢν πάσας δίκας κα̣[ὶ ζα]-
μίας· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος [Δι]-
ονύσιος Ἀστοξένου, Δάμων Πολεμάρ-
χου καὶ ὁ νεωκόρος Εὔανδρος Μεγάρτα κ̣[αὶ]
25 προστάται Ἀριστοκλέας Φιλονείκου, Ἄρχω̣[ν]
Ἀντ̣άν̣[δρ]ου καὶ ἰδιῶται Ἁβρόμαχος Ξενα-
γόρα, Εὐκλείδας Σώτα, Σώτηρος Κτήσωνο[ς]·
χιρόγραφον Εὐανγέλου τοῦ Μεγάρτα· γέγονα βε-
βαιωτὴρ κατασταθεὶς ὑπὸ Φίλωνος ἐπὶ τᾶς προ-
30 γεγραμμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί·
χιρόγραφον Φίλωνος τοῦ Φίλωνος Ἐλατέως· ἀπο-
τίθεμαι μίαν μὲν ὠνὴν εἰς τὰ δημόσια τῶν Δελφῶν
πόλεως γράμματα κατὰ τὸν τῆς πόλεως νόμον διὰ το[ῦ]
γραματέως Λυσιμάχου, ἑτέραν δὲ εἰς Ἡρακλείδαν
35 Προθύμου· μάρτυρες οἱ αὐτοί.
Search Help
Contact Us