[ ]
Phokis — Delphi
| 1 | [ἄρχοντος ἐ]ν Ἐλατή̣[ᾳ Ξεν]οκράτους, [μηνὸς δωδεκά]- |
| [του, ἐν δὲ] Δελφοῖς [ἄρ]χοντος Μέν[ητος τοῦ] | |
| [Ξενοκρί]του, μηνὸς <Σ>εβ{ο}αστοῦ {²⁶Σεβαστοῦ}²⁶, βουλ[ευόντων] | |
| [Εὐκλε]ίδα τοῦ Αἰακίδα, Πολεμάρχου τ[οῦ Δάμω]- | |
| 5 | [νος], ἀπέδοτο Φίλων Φίλωνος Ἐλατ[εὺς τῷ Ἀπόλ]- |
| [λω]νι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ [ὄνομα Ὠ]- | |
| [φ]ε̣λίμα, καθὼς ἦν σύνφωνος πρὸς [τὸν ․3-4․]- | |
| κ̣ότα αὐτῷ Διόδωρον Ὀρέστα, συνευα̣[ρεστέον]- | |
| τος καὶ αὐτοῦ Διοδώρου, ἐπὶ ἐλευθε[ρίᾳ τι]- | |
| 10 | μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν [τιμὰν] |
| ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺ[ς νό]- | |
| μους τᾶς πόλιος Εὐάγγελος Με[γάρτα], | |
| καθὼς ἐπίστευσε Ὠφελίμα τῷ θε̣[ῷ τὰν] | |
| ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ [ἀνέπα]- | |
| 15 | φον ἀπὸ πάντων τὸν πάντα χρόνον· [εἰ δέ] |
| τις ἐφάπτοιτο Ὠ[φελίμας] ἐ̣πὶ καταδ[ουλισ]- | |
| μῷ βέβαιον παρεχόντω τῷ θεῷ τὰν [ὠνὰν] | |
| ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμο[ίως] | |
| δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω [συλέ]- | |
| 20 | ων ὡς ἐλευθέραν οὖσαν Ὠφελίμαν ἀζ[άμι]- |
| ος καὶ ἀνυπόδικος ὢν πάσας δίκας κα̣[ὶ ζα]- | |
| μίας· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος [Δι]- | |
| ονύσιος Ἀστοξένου, Δάμων Πολεμάρ- | |
| χου καὶ ὁ νεωκόρος Εὔανδρος Μεγάρτα κ̣[αὶ] | |
| 25 | προστάται Ἀριστοκλέας Φιλονείκου, Ἄρχω̣[ν] |
| Ἀντ̣άν̣[δρ]ου καὶ ἰδιῶται Ἁβρόμαχος Ξενα- | |
| γόρα, Εὐκλείδας Σώτα, Σώτηρος Κτήσωνο[ς]· | |
| χιρόγραφον Εὐανγέλου τοῦ Μεγάρτα· γέγονα βε- | |
| βαιωτὴρ κατασταθεὶς ὑπὸ Φίλωνος ἐπὶ τᾶς προ- | |
| 30 | γεγραμμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί· |
| χιρόγραφον Φίλωνος τοῦ Φίλωνος Ἐλατέως· ἀπο- | |
| τίθεμαι μίαν μὲν ὠνὴν εἰς τὰ δημόσια τῶν Δελφῶν | |
| πόλεως γράμματα κατὰ τὸν τῆς πόλεως νόμον διὰ το[ῦ] | |
| γραματέως Λυσιμάχου, ἑτέραν δὲ εἰς Ἡρακλείδαν | |
| 35 | Προθύμου· μάρτυρες οἱ αὐτοί. |