[ ]
Phokis — Delphi — ca. 100 BC
A.1 | [ἄρχ]οντος Ἡ[ρα]κλείδα το̣ῦ̣ Ε̣ὐκλείδα, μηνὸς [— — — — — —, βουλευόντων Φιλονίκου, Ἀθανίων]ος, Στράτωνος, Ἐμμε- |
νίδα, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐάγγελος Μεγάρτα, [συνευδοκέοντος καὶ τοῦ υἱοῦ Μεγάρ]τα, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώσιππος, [τιμᾶς ἀργυρίου μνᾶν — — — —], καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
καθὼς ἐπίστευσε Σώσιππος τῶι θεῶι τὰν [ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα]πτος [ἀ]πὸ πάντων τὸν πάν- | |
5 | τα βίον· βεβαιωτὴρ Λαιάδας Ἄ̣γ̣ωνος· εἰ δέ [τις ἐφάπτοιτο Σωσίππου ἐπὶ καταδουλ]ισμῶι, βέβαιον παρεχόντω |
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε[βαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κ]ύριος ἔστω συλέων ἀζάμι- | |
ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας· [μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλ]ωνος Αἰακίδας, Ξενοκράτης, καὶ ἰδι- | |
ῶται Καλλίδαμος, Πύρρος, Σώτας. | |
B.1 | θεός· τύχαν ἀγαθάν· |
ἄρχοντος Πύρρου, μηνὸς Ποιτροπίου, βουλευόντων Πάσωνος, Κλέωνος, Ἀμύντα, Πάτρωνος, ἀπέδοτο Εὐάγγελος Μεγάρτα σῶμα γυναικεῖ[ον] | |
ᾇ ὄνομα Μουσίς, τὸ γένος Βοιωτά, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν ἔχει πᾶσαν καθὼς ἐπίσ<τευσ>ε Μουσὶς τῶι θεῶι τὰν ὠνὰν | |
ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων· βεβαιωτὴρ Ξενόκριτος Μένητος· εἰ δέ τις ἐφάπτοιτο Μουσίδος ἐπὶ καταδου- | |
5 | λισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Μουσίδα ἀζάμιος ὢ[ν] |
[κ]αὶ ἀνυπόδικο[ς] πάσας δίκας καὶ ζαμίας· μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας, Ἐμμενίδας, ἰδιῶται Σάτυρος, Νικόβουλος, Εὐκλείδας. | |
C.1 | ἄρχοντος Ἡρακλείδα, μηνὸς Ἀπελλαίου, βουλευόντων Φιλονίκου, Ἀθανίωνος, |
Στράτωνος, Ἐμμενίδα, vac. ἐπὶ τοῖσδε ἀπέδοτο Νικαρέτα Νικοβούλου, συνευ- | |
δοκέοντος καὶ τοῦ υἱ%⁸¹οῦ αὐ{τα}τᾶς {²⁶αὐτᾶς}²⁶ Ζωπύρου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
γυναικεῖον ἇι ὄνομα Σ%⁸¹μύρνα, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν | |
5 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν |
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον· βεβαιωτὴρ Ἱπποκράτης· εἰ δέ τις ἐ- | |
φάπτοιτο Σμύρνας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε | |
ἀποδομένα καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ἐλευθέ- | |
ραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά̣σας δίκας καὶ ζαμίας· μάρτυροι Ταραντῖνος, Σάτυ- | |
10 | ρος, Σώτας, Σώτηρος. |