[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος — — — — — — — — μηνὸς] Ἡρακλείου, βου̣[λευόντων τὰν δευτέραν]
[ἑξάμηνον Διοδώρου τοῦ Ἄρχ]ωνος, Μνασιδ[άμου τοῦ Ξενοκρίτου, γραμμα]-
[τεύοντος δὲ βουλᾶς Καλλι]στράτου τοῦ Ἀρ[τέμωνος, ἀπέδοτο — — — — — —]
[— — — — — — — — συνευδοκεόντ]ων καὶ τῶν υἱῶν [— — — — — — — τῶι Ἀπόλλωνι]
5 [τῶι Πυθίωι σῶμα γυ]ναικεῖον οἰκογενὲς [ἇι ὄνομα] Π̣αρρησία τιμᾶς ἀργυ[ρίου μνᾶν]
[— — — — — — καὶ τ]ὰν τιμὰν ἔχει πᾶσα[ν· βεβα]ιωτὴρ κατὰ τὸν νόμον [․․․․․․․․․]
[— — — — καθὼς ἐπίστευσε Π]αρρησί<α> τῶι θεῶι τὰν ὠ[νὰν], ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀ[νέ]-
[φαπτος ἀπὸ πάντων τὸν πά]ντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θ[έλῃ
[εἰ δέ τις ἅπτοιτο Παρρη]σίας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼ[ν]
10 [συλέων Παρρησίαν ὡς ἐλευ]θέραν οὖσαν, ἀζάμιος ἐὼν, ἀνυπόδικος πάσας δίκα̣[ς καὶ]
[ζαμίας, καὶ ὁ βεβαιωτὴρ βέ]βαιον παρεχέτω τῷ θεῷ τὰν ὠνάν· μάρτυροι οἱ ἱερεῖς [τοῦ]
[Ἀπόλλωνος — — — — — — — —]ω̣ν, καὶ ἰδιῶται Δάμων, Ἡράκων, Κάλλων, Βάττος.
Search Help
Contact Us