[ ] Phokis — Delphi — 124-116 BC
1 [ἄρχοντος Πυρ]ρία, μηνὸς Ἀπελλ%⁸¹αίου, βουλευ-
[όντων τὰν π]ρώταν ἑξάμηνον Δάμωνος [τ]οῦ
[Ξενοστρ]άτου, Σωτύλου τοῦ Τιμοκλέος, γραμμα-
[τεύοντ]ος δὲ βουλᾶς Ἀρίστωνος τοῦ Σωστράτου, ἀπέδοτο
5 [Καλλικ]ρ%⁸¹άτεα Καλλιγένεος τῶι Ἀπόλλωνι τῶι Πυθίωι <σ>ῶμα
[ἀνδρεῖ]ον ὧι ὄνομα Ἀπολλώνιος, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ-
[ρίου μν]ῶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν· βεβαιωτῆρες
[κατὰ τὸν] νόμον Ἁβρόμαχος Μαντία, Μαντίας Κλεοδάμου, καθὼς
[ἐπίστευ]σε Ἀπολλώνιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος
10 [εἶμεν] καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέ-
[ληι κ]αὶ ἀποτρέχων οἷς κα θέλῃ· εἰ δέ τις ἐφάπτοιτο Ἀπολλωνί[ου]
[ἐπὶ] καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων
[ὡς ἐ]λεύθερον ὄντα, ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος ὁ συλέων
[πά]σας δίκας κα̣ὶ̣ ζ̣[αμί]ας· μάρτυροι οἱ ἱ[ερ]εῖς vac. τοῦ Ἀπόλλω-
15 [νο]ς Ἄθαμβος Ἁ̣[βρομάχο]υ, Πατρέας Ἀνδρονίκου, ἰδιῶται Γορ[γί]-
[λ]ος, Φαίνιος, [․․․․․․]ας, Πυρρ[ί]ας, Πράοχος.
Search Help
Contact Us