[ ] Phokis — Delphi — stoich. — 337/6-333/2 BC — SIG(3) 274
1.1 Ἀκνόνιος Ἀπάρου τέτραρχος Θεσσαλῶν.
2.1 πρῶτος Ὀλύμπια παγκράτιον, Φαρσάλιε, νικᾶις,
*(AGI/A *)AKNONI/OU, GH=S A)PO\ *QESSALI/AS,
πεντάκις ἐν Νεμέαι, τρὶς Πύθια, πεντάκις Ἰσθμοῖ·
καὶ σῶν οὐδείς πω στῆσε τροπαῖα χερῶν.
5
3.1 κἀγὼ τοῦ{ο}δε {²⁶τοῦδε}²⁶ ὁμάδελ[φος ἔ]φυν, ἀριθμὸν δὲ τὸν αὐτὸν
ἤμασι τοῖς αὐτοῖς [ἐχφέρ]ομαι στεφάνων,
νικῶν μουνοπά[λης], Τ[․․]σηνῶν δὲ ἄνδρα κράτιστον
κτεῖνα, ἔθελον τό[γε δ’ οὔ]· Τηλέμαχος δ’ ὄνομα.
5
4.1 οἵδε μὲν ἀθλοφόρου ῥώμης ἴσον ἔσχον, ἐγὼ δὲ
σύγγονος ἀμφοτέρων τῶνδε Ἀγέλαος ἔφυν·
νικῶ δὲ στάδιον τούτοις ἅμα Πύθια παῖδας·
μοῦνοι δὲ θνητῶν τούσδ’ ἔχομεν στεφάνους.
5
5.1 Δάοχος Ἁγία εἰμί, πατρὶς Φάρσαλος, ἁπάσης
Θεσσαλίας ἄρξας vac. οὐ βίαι ἀλλὰ νόμωι,
ἑπτὰ καὶ εἴκοσι ἔτη, πολλῆι δὲ καὶ ἀγλαοκάρπωι
εἰρήνηι πλούτωι τε ἔβρυε Θεσσαλία.
5
6.1 οὐκ ἔψευσέ σε Παλλὰς ἐν ὕπνωι, Δαόχου υἱὲ
Σίσυφε, ἃ δ’ εἶπε σαφῆ θῆκεν ὑποσχεσίαν·
ἐξ οὗ γὰρ τὸ πρῶτον ἔδυς περὶ τεύχεα χρωτί,
οὔτ’ ἔφυγες δήϊους οὔτε τι τραῦμ’ ἔλαβες.
5
7.1 αὔξων οἰκείων προγόνων ἀρετὰς τάδε δῶρα
στῆσεμ Φοίβωι ἄνακτι, γένος καὶ πατρίδα τιμῶν,
Δάοχος εὐδόξωι χρώμενος εὐλογίαι,
    τέτραρχος Θεσσαλῶν
5     ἱερομνήμων Ἀμφικτυόνων.
8.1 Σίσυφος Δαόχου.
Search Help
Contact Us