[ ]
Phokis — Delphi — stoich. — 337/6-333/2 BC — SIG(3) 274
1.1 | Ἀκνόνιος Ἀπάρου τέτραρχος Θεσσαλῶν. |
2.1 | πρῶτος Ὀλύμπια παγκράτιον, Φαρσάλιε, νικᾶις, |
Ἁγία Ἀκνονίου, γῆς ἀπὸ Θεσσαλίας, | |
πεντάκις ἐν Νεμέαι, τρὶς Πύθια, πεντάκις Ἰσθμοῖ· | |
καὶ σῶν οὐδείς πω στῆσε τροπαῖα χερῶν. | |
5 | |
3.1 | κἀγὼ τοῦ{ο}δε {²⁶τοῦδε}²⁶ ὁμάδελ[φος ἔ]φυν, ἀριθμὸν δὲ τὸν αὐτὸν |
ἤμασι τοῖς αὐτοῖς [ἐχφέρ]ομαι στεφάνων, | |
νικῶν μουνοπά[λης], Τ[․․]σηνῶν δὲ ἄνδρα κράτιστον | |
κτεῖνα, ἔθελον τό[γε δ’ οὔ]· Τηλέμαχος δ’ ὄνομα. | |
5 | |
4.1 | οἵδε μὲν ἀθλοφόρου ῥώμης ἴσον ἔσχον, ἐγὼ δὲ |
σύγγονος ἀμφοτέρων τῶνδε Ἀγέλαος ἔφυν· | |
νικῶ δὲ στάδιον τούτοις ἅμα Πύθια παῖδας· | |
μοῦνοι δὲ θνητῶν τούσδ’ ἔχομεν στεφάνους. | |
5 | |
5.1 | Δάοχος Ἁγία εἰμί, πατρὶς Φάρσαλος, ἁπάσης |
Θεσσαλίας ἄρξας vac. οὐ βίαι ἀλλὰ νόμωι, | |
ἑπτὰ καὶ εἴκοσι ἔτη, πολλῆι δὲ καὶ ἀγλαοκάρπωι | |
εἰρήνηι πλούτωι τε ἔβρυε Θεσσαλία. | |
5 | |
6.1 | οὐκ ἔψευσέ σε Παλλὰς ἐν ὕπνωι, Δαόχου υἱὲ |
Σίσυφε, ἃ δ’ εἶπε σαφῆ θῆκεν ὑποσχεσίαν· | |
ἐξ οὗ γὰρ τὸ πρῶτον ἔδυς περὶ τεύχεα χρωτί, | |
οὔτ’ ἔφυγες δήϊους οὔτε τι τραῦμ’ ἔλαβες. | |
5 | |
7.1 | αὔξων οἰκείων προγόνων ἀρετὰς τάδε δῶρα |
στῆσεμ Φοίβωι ἄνακτι, γένος καὶ πατρίδα τιμῶν, | |
Δάοχος εὐδόξωι χρώμενος εὐλογίαι, | |
τέτραρχος Θεσσαλῶν | |
5 | ἱερομνήμων Ἀμφικτυόνων. |
8.1 | Σίσυφος Δαόχου. |