[ ] Phokis — Delphi — undated
1 θεός· τύχαν ἀγαθάν·
ἄρχοντος Λυσιμάχου τοῦ Νεικάνορος, μηνὸς Ἀ-
πελλαίου ὀγδόῃ ἱσταμένου, ἐν ἐννόμωι ἐκκλησίαι,
βουλευόντων δὲ τᾶς πόλιος Ἐπινίκου τοῦ Νικοστρά-
5 του, Κλεάνδρου τοῦ Φίλωνος· Εὔδωρος Ἐπινίκου [εἶ]-
πεν· ἐπειδὴ Ἄρχων Τελεσαγόρου Ἀβαῖος, ἀνὴρ [καλὸς]
καὶ ἀγαθὸς, εὐσεβῶς μὲν διάκειται πρὸς [τὸ ἱερὸν]
τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, εὐνοϊκ[ῶς δὲ πρὸς τὰν πό]-
λιν ἡμῶν, ἐπὶ τούτοις, [δεδόχθαι τᾷ πόλει τῶν Δελφῶν]
10 ἐπαινέσαι Ἄρχω[να Τελεσαγόρου Ἀβαῖον, καὶ ὑπάρ]-
χειν αὐτῶι [καὶ ἐκγόνοις προξενίαν, — — — — — πο]-
λειτε[ίαν — — — — — — — — — — — — — — — — — — ἀσυ]-
λί[αν — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us